Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν
Ηθικές παραινέσεις και κατακλείδα
Προτροπές προς τους πιστούς για την τήρηση των ευαγγελικών εντολών, την άσκηση της ελεημοσύνης και την αποχή από την αμαρτία, με κατάληξη σε παραδοσιακή δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ηθικές παραινέσεις και κατακλείδα
Προτροπές προς τους πιστούς για την τήρηση των ευαγγελικών εντολών, την άσκηση της ελεημοσύνης και την αποχή από την αμαρτία, με κατάληξη σε παραδοσιακή δοξολογία.
Δεῦτε οὖν ὅσοι τῶν ἐμῶν λόγων ἀκροαταὶ τυγχάνετε, χριστιανικῶς ἑορτάσωμεν σήμερον. Πῶς ἔσται τοῦτο; 〈μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδώσωμεν,〉 ὅτι γέγραπται ἐν παροιμίαις· 〈ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.〉 Μὴ αἴτιος σκανδάλου γίνου, ὅτι λέγει ἐν εὐαγγελίοις ὁ κύριος· 〈ἀμὴν λέγω ὑμῖν· ὅστις σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὴν θάλασσαν.〉 Μετάδος τῷ δεομένῳ στέγης, σκέπης, σιτίων, ὁ ὑπὲρ τὴν χρείαν τούτοις χρώμενος· ὅτι πάλιν φησὶν ὁ κύριος· 〈μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.〉 Μὴ μέγα φρόνει· 〈ὁ γὰρ δοκῶν τι εἶναι μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ.〉 Τοὺς ἱερεῖς ὑμῶν πολλῆς τιμῆς καὶ δορυφορίας ἀξιώσατε· 〈Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.〉 Ἀπέχεσθε πορνείας καὶ πνικτοῦ καὶ αἵματος. Ἐπικατάρατος γὰρ ἐναντίον κυρίου ὁ ἐσθίων αἷμα ἢ πνικτὸν ἢ θηριάλωτον ἢ πετεινόθνητον ἢ θηράθνητον ἐν παγίδι τεθνηκός· καὶ ἐξολοθρευθῇ ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ.
Τὴν συνήθειαν τῶν ὅρκων ἐκκόψατε, τὸν γεννηθέντα Χριστὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。