Ὢ τῆς εὐτέχνου τοῦ Κυρίου διδασκαλίας· ὁ ποταμὸς παρὰ τὴν λίμνην εἱστήκει· μᾶλλον δὲ ὁ τῶν ἀνθρώπων ἁλιεὺς ἦλθε παρὰ τὴν λίμνην, ἵνα τοὺς θηρευτὰς τῶν ἰχθύων θηρεύσῃ. Οὐδὲν γὰρ ἀργὸν παρὰ τῷ Δεσπότῃ Χριστῷ, οὐ τόπος, οὐ λόγος, οὐκ αἴνιγμα, οὐ βῆμα. Ἐπειδὴ γὰρ Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης ἐπὶ τὴν λίμνην Γενησαρὲτ ἀνίχνευον ἁλιευτικὴν τέχνην μετιόντες, ἐν ἀδήλοις τὴν ἐλπίδα ἔχοντες, διεφθαρμένα δίκτυα χαλῶντες, ἀμετρήτῳ βυθῷ συνερίζοντες, μὴ ἰδόντες πόθεν δεῖ τραφῆναι, κλέπτοντες μᾶλλον ἢ κάμνοντες, δελεάζοντες ἢ πείθοντες· ἄνευ γὰρ ἀπάτης ἰχθὺς οὐ θηρεύεται· τούτους ὁ Κύριος κατανοήσας τῷ θεϊκῷ καὶ ἀπλανεῖ βλέμματι, ἐπιτηδείους πρὸς τὴν τῶν ἰχθύων ἄγραν ὄντας, παρεγένετο ἐπὶ τὴν λίμνην ἀντισαγηνεῦσαι τούτους, οὐ δικτύῳ βεβαμμένῳ χρώμενος, ἀλλὰ καθηγητικῷ λόγῳ. Καὶ ὅτιπερ οἱ προλεχθέντες ἀπόστολοι ἐπὶ τοῖς λιμνοδρόμοις πλοίοις θαῤῥοῦντες, οὐκ ἐγίνωσκον τὸν τῆς λίμνης καὶ πάντων Δεσπότην· τούτου χάριν παρεγίνετο ὁ Κύριος ἐπὶ τὴν λίμνην, ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Τί οὖν ὁ εὐαγγελιστής;