Πανταχόθεν δὲ τῆς ἀπειλῆς καὶ τοῦ δέους ταράσσοντος, οὐκ ἠνέχοντο τὴν ἐλπίδα τὴν χρηστὴν ἀποῤῥίψαι. Τίς οἶδε γὰρ, φησὶν, εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐκ ἀπολώμεθα; Ἐκ βαθυτάτης τοίνυν καρδίας πρὸς τὸν Θεὸν ἀνεβόων· Βασιλεῦ, ζωῆς Κύριος καὶ θανάτου, ἡμεῖς μὲν ἧς ἠπείλησας ἀποφάσεως ἄξιοι, καὶ δίκην τὴν ἑκάστην ὀφείλομεν, σὲ τὸν ἀληθινὸν Θεὸν ἀγνοήσαντες, καὶ διεφθαρμένον ζήσαντες βίον. Αὐτὸς δὲ τῷ πελάγει τῶν σῶν οἰκτιρμῶν κεχρημένος παῦσον τὴν καθ᾽ ἡμῶν τιμωρίαν· νίκησον τὸ μέσον δίκαιον ἀγαθότητι, τὴν δὲ ἡμῶν ἀγνωμοσύνην φιλανθρωπίᾳ· εἰ μὲν ἐξαίφνης ἐπήγαγες τὴν πληγὴν, λόγος τὰ τῆς κολάσεως εἶχε, καὶ ἀλλοτρίους ὄντας καὶ φαύλους ἀπέκτενες· νῦν δὲ προθεσμίαν διὰ χρηστότητα δοὺς, ἂν μεταβληθέντας φονεύσῃς, οὐκ ἀλλοτρίους, ἀλλὰ σοὺς ἀπολλύεις. Ἀσεβοῦντας ἐφύλαξας, καὶ νῦν φθείρεις πιστοὺς γινομένους; πονηροὺς ὄντας διέσωσας, καὶ ἀγαθοεργοῦντας νῦν ἀναιρεῖς; εἰδώλοις ἀνακειμένην τὴν πόλιν ηὔξησας, καὶ βασιλίδα πεποίηκας, καὶ καταστρέφεις σὴν γενομένην;