Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος
Το άνομο συμπόσιο και η αίτηση του θανάτου
Εξιστόρηση του δείπνου των γενεθλίων, του χορού της κόρης της Ηρωδιάδος και της απαίτησης για την παράδοση της κεφαλής του προφήτη.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Το άνομο συμπόσιο και η αίτηση του θανάτου
Εξιστόρηση του δείπνου των γενεθλίων, του χορού της κόρης της Ηρωδιάδος και της απαίτησης για την παράδοση της κεφαλής του προφήτη.
Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ᾽ ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλῆσαι. Τοῦτον ἐφόνευσεν ὁ Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φόνον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἠδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κάκιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ᾽ ὧν ἔδει ἄνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
Ἀνθ᾽ ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθεὶς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθεὶς, τὸν πρόδρομον τῆς ἡμέρας ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν καλῶς δᾳδουχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύχνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ συνέτριψε.
著作
文本
在新窗口中打开相关段落。