Οὐκ ἔτι ἦν αὐτῆς καιρὸς καρποφορεῖν θάνατον· Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως. τουτέστι, τοῦ νόμου. Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ· Ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας. Εἶπε Κύριος πρὸς αὐτὴν, Οὐ περαιτέρω καὶ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· τουτέστι, Πρὸ τῆς ἐμῆς παρουσίας ἐκαρποφόρησας θάνατον· ἰδοὺ ἐγὼ παραγέγονα, αὕτη ἡ ἀνάστασις. Ἐμοῦ παραγενομένου Μηκέτι ἐκ σου καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ εὐθέως ἐξηράνθη ἡ συκῆ· καὶ ἐπληρώθη τὸ γεγραμμένον, Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἰπὼν γὰρ ὁ εὐαγγελιστὴς χειμῶνα εἶναι κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ ἡ συκῆ τοῖς φύλλοις ἐκόμα, ᾐνίξατο ὅτι ἡ ἁμαρτία ἐκόμα, διὰ τὸ εἶναι τὸν διάβολον χειμῶνα ἐπικείμενον πάσῃ τῇ ἀνθρωπότητι. Πρὸ γὰρ τῆς τοῦ εἰρηνάρχου παρουσίας, ποικίλοις πνεύμασιν ἐκλονεῖτο τὸ τῶν ἀνθρώπων γένος, πρὸς εἰδωλολατρείας καὶ αἱμοχυσίας καὶ κώμους καὶ λαγνείας ἐλαυνόμενον· ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα.