Τοῦ γὰρ αἵματος τοῦ Κυρίου στάξαντος ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, ἀπέπλυνεν ἡμῶν τὸ χειρόγραφον ἀπὸ τῶν ἁμαρτιῶν. Τί δέ ἐστι, Κατέδησε τὰ τραύματα αὐτοῦ; Τουτέστιν, ἔδησε τὸν διάβολον, καὶ ἔλυσε τὸν ἄνθρωπον· ἔδησε τὸ σκάφος, καὶ ἐζωοποίησε τὸ ναυαγῆσαν πλοῖον· κατέδησε καὶ ἐδούλωσε τὰς δυνάμεις τοῦ πονηροῦ, καὶ ἠλευθέρωσε τὸν ἄνθρωπον. Εἰ δὲ θέλεις καὶ ἑτέρως νοεῖν, ἄκουε. Μίξας οἶνον σὺν ἐλαίῳ· ἔλαιον ἐπάγει τὸν παρακλητικὸν λόγον, οἶνον δὲ τὸν στυπτικὸν καταδευόμενος, τὴν διδασκαλίαν τὴν συνάγουσαν τὴν διεσκορπισμένην διάνοιαν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Ἔθηκε δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος· τουτέστι, λαβὼν ὁ Χριστὸς τὴν σάρκα ἐπὶ τοὺς ἰδίους ὤμους τῆς θεότητος, ἀνήνεγκε τῷ Πατρὶ εἰς οὐρανούς.