ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ. Λόγος βʹ. Ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις· ἀληθὴς γὰρ ὁ τὴν δωρεὰν τοῦ Πνεύματος ὑποσχόμενος. Ἐπεδήμησεν ὁ Παράκλητος ὁ παρὰ τοῦ Δεσπότου Χριστοῦ κηρυττόμενος· ἀψευδὴς γὰρ ὁ τὴν ἄφιξιν προμηνύσας, οὐ δοῦλος δούλου παρουσίαν προλέγων, ἀλλὰ Δεσπότης ὁμοτίμου Δεσπότου γενόμενος μηνυτὴς, καὶ διδάσκαλος ἀγαθὸς, ἀγαθῷ παραχωρῶν διδασκάλῳ, μᾶλλον δὲ συμπαρόντι παρὼν καὶ συνανιὼν ἀνιόντι, καὶ συγκατιὼν ἐρχομένῳ. Ἀδιαίρετος γὰρ τῆς Τριάδος ἡ χάρις· καὶ οὔτε ἀναβὰς ἀπέστη, οὔτε ἐρχόμενος οὐ παρῆν. Ἀλλ᾽ ἀνῆλθεν ὡς ἄνθρωπος ὁ Θεὸς Λόγος, καὶ πάρεστι· κατῆλθε δὲ ὁ Παράκλητος, καὶ τοὺς οὐρανοὺς οὐ κατέλιπεν· ἀλλὰ σὺν τῷ Πατρὶ βασιλεύει, καὶ τὴν γῆν καταυγάζει, καὶ τὴν οἰκονομίαν ἐπλήρωσε, καὶ γένη γλωσσῶν τοῖς ἀποστόλοις ἀπέστειλε· καὶ φωνῆς μέγεθος ἐξαίφνης ἠκούετο, καὶ βιαίας αὔρας ἦχος ἀπετελεῖτο, καὶ βροντῆς τύπον ἡ τοῦ Πνεύματος ἄφιξις ἐμιμεῖτο· ἐπὶ γὰρ τοὺς υἱοὺς τῆς βροντῆς περιεγίνετο. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· καὶ ἦν τὸ φαινόμενον φοβερὸν, τὸ δὲ γινόμενον ποθεινόν· φλὸξ ἐφιζάνουσα, καὶ μὴ καίουσα, πῦρ ἐπικαθήμενον, καὶ μὴ φλέγον· πῦρ τὴν ἐπουράνιον σοφίαν δωρούμενον, πῦρ εἰς ἀπείρους μεριζόμενον γλώσσας, πῦρ εἰς μυρίας ἰδέας ῥημάτων τεμνόμενον· φλὸξ σοφιστεύειν τοὺς ἁλιέας διδάσκουσα, καὶ ῥήτορα τὸν σκυτοτόμον ἀπαρτίζουσα.