Σήμερον, ἀγαπητοὶ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη· τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ, λαβόντες αὐτὸν, ἀπῆλθον οἱ Ἰουδαῖοι. Ἀλλὰ μὴ γένῃ κατηφὴς, ἀκούσας ὅτι Ἰησοῦς παρεδόθη· μᾶλλον δὲ γενοῦ κατηφὴς, καὶ κλαῦσον πικρῶς, ἀλλὰ μὴ ὑπὲρ τοῦ παραδοθέντος Ἰησοῦ, ἀλλ᾽ ὑπὲρ τοῦ προδότου Ἰούδα. Ὁ μὲν γὰρ παραδοθεὶς τὴν οἰκουμένην ἔσωσεν, ὁ δὲ προδοὺς τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε· καὶ ὁ μὲν προδοθεὶς ἐν δεξιᾷ κάθηται τοῦ Πατρὸς ἐν τοῖς οὐρανοῖς, ὁ δὲ παραδοὺς ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον ἀναμένων κόλασιν. Διὰ τοῦτον οὖν κλαῦσον καὶ στέναξον, διὰ τοῦτον πένθησον, ἐπειδὴ καὶ ὁ Δεσπότης ἡμῶν διὰ τοῦτον ἐδάκρυσεν. Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὢ πόση εὐσπλαγχνία τοῦ Δεσπότου! ὁ προδοθεὶς ὑπὲρ τοῦ προδόντος ἀλγεῖ. Ἰδὼν γὰρ αὐτὸν, ἐταράχθη, φησὶ, καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με.