Καὶ ὅρα ποῦ τοῦτο ἐποίησεν· οὐκ ἐπὶ χειρὸς καὶ ποδὸς, ἀλλ᾽ ἐπὶ ὀφθαλμῶν, τοῦ καλλίστου καὶ ἀναγκαιοτάτου τῶν μελῶν τῶν ἡμετέρων, καὶ οὗ τιμιώτερον ἡμῖν οὐδέν ἐστι μέλος. Ὁ δὲ τὸ κάλλιστον καὶ ἀναγκαιότατον διαπλάσαι δυνηθεὶς, τοὺς ὀφθαλμοὺς λέγω, εὔδηλον ὅτι καὶ χεῖρα καὶ πόδα καὶ τὰ λοιπὰ δύναται κατασκευάσαι μέλη. Ὢ μακαρίων ὀφθαλμῶν ἐκείνων, οἳ θέατρον ἐγένοντο τοῖς παροῦσιν ἅπασι, καὶ πάντας πρὸς ἑαυτοὺς ἐπεσπάσαντο, καὶ φωνὴν διὰ τοῦ κάλλους ἀφῆκαν, διδάσκοντες τοὺς παρόντας ἅπαντας τὴν τοῦ Χριστοῦ δύναμιν. Καὶ ἦν παράδοξον τὸ γινόμενον· ὁ γὰρ τυφλὸς τοὺς ὁρῶντας βλέπειν ἐδίδασκεν. Ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Εἰς κρῖμα ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ὢ πηρώσεως μακαρίας· οὓς γὰρ οὐκ ἔλαβε παρὰ τῆς φύσεως, ἔλαβε παρὰ τῆς χάριτος, οὐδὲν ἐκ τῆς ἀναβολῆς ζημιωθεὶς τοσοῦτον, ὅσον ἐκέρδανε τοῦ κατὰ τὴν δημιουργίαν τρόπου. Τί γὰρ ἂν γένοιτο τῶν ὀφθαλμῶν θαυμαστότερον ἐκείνων, οὓς ἄμωμοι καὶ ἅγιαι χεῖρες διαπλάσαι κατηξίωσαν; Καὶ ὅπερ ἐπὶ τῆς στείρας συνέβη, τοῦτο καὶ ἐνταῦθα ἐγένετο.