阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ῥαχὴλ καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και ευχαριστία

Ο συγγραφέας επαινεί τον προηγηθέντα ομιλητή και προτρέπει το εκκλησίασμα να δεχθεί τους πνευματικούς καρπούς της διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια. Ὥσπερ οἱ τοὺς ἡδίστους καρποὺς τῶν ἀκροδρύων λαμβάνοντες, ὁμοῦ τοῖς κλάδοις καὶ τοῖς δένδρεσι τοὺς ἐπαίνους διδόασι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡμεῖς, ἀγαπητοὶ, τοὺς καρποὺς τῶν λόγων παρὰ τοῦ προλαβόντος διδασκάλου λαβόντες, ὁμοῦ τε αὐτῷ καὶ τοῖς πατράσι τὸ γέρας διδόαμεν. Ὥσπερ γὰρ ἐκ τῆς τῶν δένδρων πιότητος ἡ γλυκεῖα πιότης τοῖς καρποῖς παραπέμπεται· οὕτω καὶ τῷ προειρημένῳ ἀνδρὶ ἐκ τῆς τοῦ Πνεύματος χάριτος τὸ γλυκὺ τοῦ λόγου ἀναπέμπεται. Καρπωσώμεθα τοίνυν τῶν λόγων τοὺς ἡδίστους καρποὺς, καθάπερ φοίνικας γλυκεροὺς ἐκ τῆς δικαίας ῥίζης τῶν πατέρων τὸ γλύκασμα κεκτημένους· καὶ τὸ μὲν γλυκὺ τοῦ λόγου τῇ διανοίᾳ ἡμῶν παραπέμψωμεν, τὸ δὲ ἡδὺ τῆς εὐχαριστίας τοῖς πατράσιν ἡμῶν ἀπονείμωμεν.