阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ῥαχὴλ καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Αλληγορική ερμηνεία και κατακλείδα

Πνευματική ερμηνεία της ηλικίας των σφαγιασθέντων νηπίων και του ονόματος της Ραμά, η οποία ολοκληρώνεται με τη συνήθη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἀπὸ διετοῦς καὶ κατωτέρω· τοὺς δὲ τὴν τριάδα τῶν ἐτῶν ζήσαντας οὐ κατασφάζει. Νήπιοι γὰρ οἱ τὴν δυάδα ὁμολογοῦντες, καὶ τῇ Τριάδι μὴ πιστεύσαντες. Ὅθεν αὕτη ἡ Ῥαχὴλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τούτους πενθεῖ, ὥστε τὴν φωνὴν αὐτῆς ἀκουσθῆναι ἐν Ῥαμᾷ, τουτέστιν, ἐν ὑψηλῷ· οὕτω γὰρ ἑρμηνεύεται Ῥαμὰ, ὑψηλὴ, ἡ ἄνω Ἱερουσαλὴμ παρὰ τῷ ὑψίστῳ Θεῷ· ᾧ πρέπει πᾶσα δόξα, κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.