Εἰς τὴν Σαμαρεῖτιν, καὶ εἰς τὸ, «Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχάρ.» αʹ. Σήμερον ἡμῖν ὁ Χριστὸς τοὺς ἄθλους τῆς Σαμαρείτιδος ἀνεκήρυξεν· καὶ χρὴ τὸν πτωχὸν λόγον εἰς τὸ πέλαγος τῶν αὐτῆς κατορθωμάτων διαπλεῦσαι. Ὁρῶ γὰρ αὐτῆς τὴν πίστιν, καὶ τὸν ἐγκωμιαστικὸν αὐτῆς λόγον ἐξειπεῖν βούλομαι, καὶ μεθ᾽ ὑμῶν ἐπαινέσαι τὴν πτωχὴν καὶ πλουσίαν, τὴν πόρνην καὶ ἀπόστολον, τὴν ἄσωτον καὶ πιστὴν, τὴν πολύγαμον καὶ πολυδύναμον, τὴν πολλοὺς μιάνασαν, καὶ τὸν μονογενῆ Λόγον τοῦ Θεοῦ θεραπεύσασαν, τὴν μιανθεῖσαν, καὶ καθαρισθεῖσαν, τὴν διψήσασαν, καὶ ὑδάτων ζώντων ἐπιθυμήσασαν, καὶ τῶν ἐπουρανίων ναμάτων τὴν χάριν κληρονομήσασαν. Τί γάρ φησιν ὁ εὐαγγελιστὴς Ἰωάννης, ὁ τὰ ἄῤῥητα βροντήσας μυστήρια; Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. Ἦν γὰρ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας, ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πιεῖν.