Ὁρᾷς ἕως πότε ὁ Θεὸς ἐγκαταλιμπάνει; Ἐγκαταλιμπάνει δὲ ὡς χρυσὸν ἐν χωνευτηρίῳ δοκιμάζων ἐν τοῖς πειρασμοῖς τοὺς δικαίους· ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ πεποίηκεν. Ἀπήγετο ὁ Ἰσαὰκ εἰς ὁλοκάρπωσιν, τὸ θυσιαστήριον ᾠκοδόμητο, τὰ ξύλα ἐπετέθη, καὶ οὐδαμοῦ τὸ πρόβατον. Λαμβάνει τὴν μάχαιραν πατὴρ, καὶ οὐδαμοῦ πρόβατον· ὥρμησε τοῦ σφάξαι, καὶ τότε ὁ Θεὸς τῇ φωνῇ τὴν χεῖρα αὐτοῦ ἐχαλίνωσε. Ταῦτα δὲ εἶπον, ἵνα ἕκαστος ὑμῶν ὅταν πειράζηται, κἂν ἐγγὺς τοῦ θανάτου γένηται, μὴ ἀπελπίσῃ τὴν ἀπὸ τοῦ Θεοῦ ἀντίληψιν, ἀλλ᾽ ἕως τέλους ἀπεκδέξηται. Ἀπήγετο γοῦν ἡ Σουσάννα θανεῖν· οὐδεὶς ἦν ὁ βοηθῶν. Ὅτε λοιπὸν εἶδε τὴν ἀνθρώπων ἀντίληψιν μὴ ὑπάρχουσαν, ἀνατρέχει τῇ διανοίᾳ πρὸς τὸν ἐν οὐρανῷ πιστὸν μάρτυρα, πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ λέγει μετὰ φωνῆς· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου καταμαρτυροῦσιν· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω μηδὲν πράξασα, ὧν οὗτοι κατ᾽ ἐμοῦ ἐπονηρεύσαντο. Καὶ εἰσήκουσεν αὐτῆς ὁ εἰρηκώς· Ἔτι σοῦ λαλοῦντος ἐγὼ πάρειμι. Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιήλ. Καὶ ἐβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς, καὶ εἶπε· Τίς ὁ λόγος οὗτος, ὃν λελάληκας;