Πῶς οὖν ὁ αὐτὸς πένης καὶ πλούσιος; Ἀληθὴς ὁ λόγος, καὶ ὁ φθεγγόμενος. Πένητες μὲν διὰ τὴν ἔνδειαν τῶν χρημάτων, πλούσιοι δὲ διὰ τοὺς τῆς πίστεως θησαυρούς. Ἄμεινον δὲ πένεσθαι τὰ βιωτικὰ, πλουτεῖν δὲ τὰ πνευματικά· τῶν μὲν γὰρ τὸ τέλος φθορὰ, τῶν δὲ τὸ κέρδος ἀναφαίρετον. Διὰ τοῦτό φησιν ὁ Υἱὸς, Μὴ θησαυρίζετε θησαυροὺς ἐπὶ τῆς γῆς, καλῶν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια, πτωχοὺς τρέφειν, ἀσθενεῖς ἐπισκέπτεσθαι, ἀσκέπους σκέπειν, χρεωφειλέτας ἀπόρους λύειν, καὶ τὸ δάνειον ἐκ Θεοῦ ἀπαιτεῖν. Ὁ ἐλεῶν γὰρ πτωχὸν, δανείζει Θεῷ. Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν· ὁ δὲ προστάττει λέγων αὐτοῖς τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνόν σου ἔμπροσθεν τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.