Καὶ ὁ σοφώτατος 〈Δανιὴλ〉 ὁ νέος τὸν χρόνον, γέρων δὲ τὸν νοῦν, ὁ διὰ τὰς ἄλλων κακίας αἰχμάλωτος, διὰ δὲ τὰς οἰκείας ἀρετὰς καὶ τοῖς αἰσχίστοις τῶν γερόντων τὰ πρωτεῖα καρπούμενος καὶ τῆς ἀνευθύνου 〈Σωσάννης〉 συνήγορος, ὁ τῶν λεόντων χαλιναγωγὸς καὶ τῷ 〈βηλαίῳ〉 δράκοντι 〈μαζοποιήσας〉 ὄλεθρον, ὁ τῶν ἀλλοτρίων ὀνείρων θεατὴς καὶ τῶν μυστικῶν θεωρημάτων ἐραστής· «〈Δανιὴλ〉 γάρ, φησίν, ἀνὴρ ἐπιθυμιῶν», ἐπιθυμιῶν οὐ σαρκὸς οὐδὲ ψυχῆς παθῶν, ἀλλὰ σοφίας ἐνθέου καὶ συνέσεως· ὅθεν αὐτῷ ὁ θεὸς τὰ μέλλοντα προεμήνυσε, τὰς ἡγεμονίας τῆς γῆς, τὰ 〈Μήδων〉 καὶ 〈Περσῶν〉 καὶ 〈Μακεδόνων〉 καὶ 〈Ῥωμαίων〉 αὐτῶν, ἐπὶ πᾶσιν δὲ τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν ὡς λίθον ἐξ ὄρους ἀτόμου τεμνόμενον, τοῦτ᾽ ἔστιν ἐνσάρκως ἐξ ἀγάμου παρθένου τικτόμενον, τῶν νεκρῶν τὴν ἀναβίωσιν, τῶν ζώντων τὴν μεταλλαγήν, τὴν διὰ πυρὸς κρίσιν, τῶν εὐσεβῶν τὸν στέφανον καὶ τῶν ἀσεβῶν τὴν βάσανον.