Ἄνθος μὲν γὰρ πρῶτον ὡς χοῦν λεπτότατόν ἐστι περιβαλλόμενος, ἐν μέσῳ δὲ τούτου αὐτός ἐστιν ὡς κέγχρος ἀναφυόμενος· καὶ βότρυϊ μὲν παρεοικὼς πλῆθος ἀναρίθμητον ἐπιδείκνυται, εἰς αὔξησιν δὲ προϊὼν, τοῦ πλήθους μὲν ὡς ἀνωφελοῦς ἀπαλλάττεται, καὶ πικρὸς μέν ἐστιν ἕως τέλους ἀπογευόμενος, ἄγευστος δὲ διὰ χειρῶν λαμβανόμενος· φύλαξ δὲ διὰ τούτου τῆς ἑαυτοῦ πιότητος γινόμενος, ἤδη τῆς πικρότητος τῇ μεταβολῇ τοσαύτην ἡδεῖαν παρέχει τὴν γεῦσιν, ὡς πάσης μὲν τρυφῆς ἄρτυμα παρεισφέρεσθαι, πάσης δὲ ἑστιάσεως κέρασμα πρὸς τὴν ζωὴν τῶν ἀνθρώπων γίνεσθαι.