Καὶ ὁ Ἰώβ· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Οὐχὶ θάνατος δὲ μόνον, ἀλλὰ καὶ ᾅδης ἐκαλεῖτο. Καὶ ἄκουε τοῦ Δαυῒδ λέγοντος· Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· καὶ ὁ Ἰακώβ· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδην. Ταῦτα εἶχε τὰ ὀνόματα ἡμῶν ἡ τελευτὴ πρὸ τούτου· ἐπειδὴ δὲ ἦλθεν ὁ Χριστὸς, καὶ ὑπὲρ ζωῆς τοῦ κόσμου ἀπέθανεν, οὐκέτι θάνατος καλεῖται λοιπὸν ὁ θάνατος, ἀλλὰ ὕπνος καὶ κοίμησις. Καὶ ὅτι κοίμησις καλεῖται, δῆλον ἐξ ὧν φησιν ὁ Χριστός· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Οὐ γὰρ εἶπεν, Ἀπέθανε, καίτοι γε τεθνηκὼς ἦν. Ἵνα δὲ μάθῃς ὅτι τὸ ὄνομα ξένον ἦν τὸ τῆς κοιμήσεως, ὅρα πῶς ἀκούσαντες τοῦτο οἱ μαθηταὶ θορυβοῦνται καὶ λέγουσι· Κύριε, εἰ κεκοίμηται, σωθήσεται· οὕτως οὐκ ᾔδεσαν τί ποτε ἦν τὸ λεγόμενον. Καὶ πάλιν ὁ Παῦλος· Ἆρα οἱ κοιμηθέντες ἀπώλοντο; πρός τινας λέγων.