Τοῦ αὐτοῦ εἰς τὸν ϟϛʹ ψαλμόν· «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί», τουτέστιν ὁ ἄνθρωπος καὶ ἡ ἐκκλησία. Καὶ εἰς τὸ «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα». Εὐφροσύνης εἰ μὴ γάρ τι γεγόνει ἀγαθὸν, οὐκ ἂν προφῆται ἀνεφθέγγοντο «ὁ κύριος ἐβασίλευσεν». Ἀλλ᾽ ἐπειδὴ βασιλεύσαντος τοῦ Χριστοῦ ἡ ἁμαρτία λέλυται, ὁ διάβολος ᾔσχυνται, δαίμονες πεφεύγασιν, τὰ κέντρα τοῦ θανάτου κατεκλάσθησαν, ὁπότε κεκλεισμένος τῷ Ἀδὰμ παράδεισος ἠνέῳκται, αἱ ἄκανθαι τῶν ἁμαρτημάτων ἡμῶν ἐξηράνθησαν, ὁ τρίβολός μου ἐξεριζώθη, καὶ τρίπλοκος χάρις τῆς κεφαλῆς μου ἐπετέθη, λέλυταί μου ἡ ἀρχαία κατάρα, οὐκέτι ἐγὼ φοβοῦμαι ἀκούων «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ»· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην, καὶ λοιπὸν ἀκούω· «οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Οὐκέτι ὑποχθόνια κεῖμαι, οὐκέτι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ σκοτεινοῖς καὶ ἀφεγγέσιν ταμείοις καὶ περιβόλοις τοῦ διαβόλου ἐν τῷ ᾍδῃ κατέχομαι· δεῖ με λοιπὸν νεφέλαις ἐπιβῆναι καὶ οὐρανὸν ἀναδραμεῖν διὰ τῆς τοῦ βασιλεύσαντος Χριστοῦ χάριτος. Οὐκ ἀμάρτυρος ὁ λόγος· «ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις, Παῦλος βοᾷ, εἰς ἀπάντησιν τοῦ κυρίου, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.»· «Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.»