Πλούσιος ἦν. Μὴ ἐφιλονείκησά σοι; Πλούσιος ἦν ὁ Ἀβραάμ; Ναὶ, πλούσιος ἦν. Εἶδες αὐτοῦ τὸν πλοῦτον; Βλέπε αὐτοῦ καὶ τὴν διαγωγήν. Κατὰ δὲ τὸ μεσημβρινὸν ὤφθη αὐτῷ ὁ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένῳ· καὶ ἰδοὺ τρεῖς ἄνδρες. Καὶ ἀναστὰς (οὐ γὰρ ἐνόμιζεν, ὅτι Θεὸς ἦν ὁ παρών· πῶς γάρ;) προσεκύνησε, καὶ λέγει· Εἰ κεκρίκατέ με ἄξιον, ἵνα εἰσέλθητε εἰς τὴν σκηνὴν τῶν δοκῶν μου. Εἶδες τί ἐποίει ἐν μεσημβρίᾳ ὁ γέρων; Οὐχ ὑπὸ στέγην καθήμενος, ἀλλὰ ξένους καὶ ὁδοιπόρους οὐδαμόθεν γνωρίμους ἐπισπώμενος, καὶ ἀναστὰς προσεκύνησεν ὁ πλούσιος καὶ εὐγενής. Ὁ χρήματα περιελόμενος καταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, καίτοι τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων, καταλιπὼν ἅπαντας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἥπλωσε φιλοξενίας, μήπου ὁδοιπόρος, μήπου ξένος, καὶ παραδράμῃ τὴν οἰκίαν.