Ὁ οἰκοδεσπότης ἐγώ εἰμι· ὥσπερ γὰρ ὁ οἰκοδεσπότης, οἰκίας, ὡς βούλεται, οἰκοδομεῖ, οὕτως ἐγὼ τὸν κόσμον ὅλον, ὡς θέλω διατάττω. Ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος φορέσας τὴν νεφέλην τῆς ἀνθρωπότητος, συγκατέβην τῇ ἀνθρωπότητι, καὶ περιέρχομαι ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνά μου. Οὐ χρῄζω ἀνθρώπων ἀμπελουργῶν· ἔχω γὰρ ἀγγέλους καὶ ἀρχαγγέλους ποιοῦντας ἃ βούλομαι· ἀλλὰ ποθῶ τοὺς ἐπιγείους δούλους μου ἐν τοῖς ἐμοῖς κτήμασιν αὐλιζομένους ὁρᾷν. Ἐγὼ περιτρέχω, καὶ περιβλέπομαι πανταχοῦ τίνας εὕρω, τίνας μισθώσωμαι, οὐχ ἵνα μόχθοις ἀλλοτρίοις πλουτήσω, ἀλλ᾽ ἵνα πλουτίσω τοὺς ὑπακούοντάς μοι. Ἐγὼ τὸν Πέτρον καὶ Ἰωάννην καὶ τοὺς ἄλλους μαθητὰς, τοὺς ἀόκνους φυτουργοὺς τῆς οἰκουμένης συνήγαγον· συνεφώνησα πρὸς αὐτοὺς ἐκ δηναρίου τὴν ἡμέραν· ἀπεμισθωσάμην αὐτῶν πᾶσαν τὴν ζωὴν, καὶ ἐπηγγειλάμην αὐτοῖς ὑπὲρ πάσης ὁμοῦ τῆς ἐργασίας διδόναι μισθὸν τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾽ οὐκ ἀρκοῦσιν οὗτοι μόνοι τὴν ἐμὴν κορέσαι ψυχήν.