Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν πρόδρομον
Η ωδή του Ζαχαρία και η τελική δοξολογία
Η προφητική αναφώνηση και ευχαριστία του Ζαχαρία, η ερμηνεία της περιόδου αλαλίας του ως τύπου θανάτου και η καταληκτήρια δοξολογία του λόγου.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η ωδή του Ζαχαρία και η τελική δοξολογία
Η προφητική αναφώνηση και ευχαριστία του Ζαχαρία, η ερμηνεία της περιόδου αλαλίας του ως τύπου θανάτου και η καταληκτήρια δοξολογία του λόγου.
Χαίρωμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι ἡ Ἐλισάβετ ἐγέννησε, καὶ ὁ Ζαχαρίας ἐλάλησεν· ὅτι στεῖρα ἔτεκε, καὶ ὁ πρεσβύτης ἐβόησεν, ὅτι πινακίδιον κηρόχυτον ἐζητήθη, καὶ γλῶσσα ἱερατικὴ ἐλύθη, καὶ ἡ φωνὴ ἐπανῆλθεν· ὅτι πρόδρομος ἐφάνη, καὶ ὁ κόσμος ὅλος ἐχάρη. Ἀλλ᾽ ἐνταῦθα μὲν ἔδει καταλῦσαι τὸν λόγον· οὐ συγχωρεῖ δὲ Ζαχαρίας βοῶν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Ὢ τῶν παραδόξων πραγμάτων! Τί λέγει ὁ Ζαχαρίας; Πρώτην φωνὴν μετὰ τὴν ἀνάστασιν ὁ Ζαχαρίας ἐβόησεν, Εὐλογητὸς Κύριος.
Τί οὖν; τέθνηκεν ὁ Ζαχαρίας, καὶ ἀνέστη; Οὐ τέθνηκε φυσικῶς· παραπλήσια δὲ ὑπέμεινε τῷ θανάτῳ. Οἴκοθεν γὰρ, ὥσπερ τάφον, τὴν σιωπὴν ἔσχε, καὶ σπαργάνοις κατεδέθη, τοῖς γλωττίοις δεσμοῖς· τὸν βίον μετῆλθε, μὴ ἀναπνέων τὴν ἱερωσύνην· καὶ θρῆνον ὑπέμεινε, τὴν τοῦ λαοῦ στυγνότητα. Ἱερέως γὰρ ἀργοῦντος, τῷ πένθει κατέπιπτον πάντες οἱ μεσιτευόμενοι. Πρώτην φωνὴν ταύτην ἐβόησε μετὰ τὴν τροπικὴν ταύτην ἀνάστασιν ὁ Ζαχαρίας· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ. Ὦ Ζαχαρία, εἰ μὴ τὸν πνευματικὸν στάχυν κατεῖδες, τὸν νοητὸν γεωργὸν οὐκ ἐγνώριζες· εἰ μὴ τὸ δῶρον ἀπέλαβες, τὸν δοτῆρα οὐκ εὐλόγησας. Ἀλλ᾽ ἀξίαν ᾠδὴν τοῦ δώρου ὁ Ζαχαρίας προφητικῶς τῷ Θεῷ ᾔνεσε. Κράζωμεν δὲ καὶ ἡμεῖς· Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν Χριστιανῶν, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。