Στέφανος δὲ [una linea evanuit] πρὸς αὐτοὺς διαλεγόμενος Τίνα, φησίν, τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; τοὺς προκαταγγείλαντας περὶ τῆς παρουσίας τοῦ Χριστοῦ. [XIX lineae evanuerunt]. ... τοῦ πυρὸς ὀργάνοις ὁ μάρτυς, προσηλοῦν ἤθελον τὸν τὰ κέντρα τοῦ διαβόλου θραύσαντα διὰ τῆς εἰς Χριστὸν ὁμολογίας. ὁ δὲ μακάριος Πολύκαρπος Ἐάσατε, φησίν, οὕτως· ὁ γὰρ τὴν ὑπομονὴν χαριζόμενος ἀξ(ιώσει) τῶν ἥλων ἐκτὸς ἄσκυλτον τηρῆσαι τὸ σῶμα. ὅμως οὐ καθήλωσαν, προσέδησαν δὲ τὸν δίκαιον. εἶτα ὡς ὀπίσω τὰς χεῖρας ποιήσας προσδεθεὶς τὸ ἐνεργὸν εἰς ἀεὶ ἀμὴν δεόμενος οὕτως ὁλοκαύτωμα τῷ θεῷ ἑαυτὸν παρέστησεν.