Πάντες γὰρ, φησὶν, οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσωπον ἀγγέλου. Στεφανώσωμεν ἀθλητὴν νῦν τὸν Στέφανον, τὸν πρωτοαθλητὴν τοῦ Χριστοῦ, καὶ τοῖς τῶν λόγων ἄνθεσι παύσωμεν. Ἦν μὲν οὖν τοῦ χοροῦ τῶν ἀποστόλων τὸ καλλώπισμα, καὶ τοῖς μαθηταῖς τῆς εὐσεβείας ἐγκατελέγετο· ἡμερότητι ἐκράτει πάντων ἀνθρώπων, καὶ φιλάνθρωπον εἶχεν ἐξαίρετον, καὶ οὐδ᾽ οὕτω τοῖς αὑτοῦ πόνοις, ὡς τοῖς ἀλλοτρίοις ἐνύττετο, καὶ τὴν τοῦ πλησίον ἔνδειαν ἰδίαν ἐνόμιζε, καὶ τὸ προσὸν πάθος ἑτέρῳ ὡς αὐτῷ προσὸν ἐθεράπευεν. Ἐν δὲ τοῖς πρώτοις τοῦ λόγου κηρύγμασι, δαψιλῶς ἀνθούσης τῆς πίστεως, καὶ παραχρῆμα οἱ μὲν πλουτοῦντες ἀπετίθεντο τῶν χρημάτων τὸν φόρτον, οἱ δὲ ἐνδεεῖς τὸ λεῖπον ἐλάμβανον.