Ἥλιον; Ἀλλ᾽ ὑπὸ νυκτὸς οὐκ ἐλέγχεται. Ἀστέρα; Ἀλλ᾽ ἡμέρα τοῦτον οὐ κρύπτει. Ἐν παντὶ καιρῷ καταυγάζει τὴν κτίσιν, πάντα ζόφον ἀπελαύνει τῆς οἰκουμένης. Οὐκ ἔτι νὺξ μετ᾽ αὐτοῦ, σκότος αὐτὸν οὐκ ἀμβλύνει, ποταμὸς οὐ κωλύει, θάλασσα κατέχειν οὐ δύναται, ὠκεανὸς ἐπιγινώσκει τὸν ἄνδρα, βάρβαροι τιμῶσι τὸν Θωμᾶν· πάντα τὰ ἔθνη σήμερον ἑορτάζει, καὶ τὴν τούτου φωνὴν, καθάπερ τι δῶρον, τῷ Δεσπότῃ προσφέρει. Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ὁ συγγενής μου καὶ ποιητής μου, ὁ λυτρωτής μου καὶ ὁ βασιλεύς μου. Ταῦτα γὰρ ἐδίδαξεν ὁ Θωμᾶς, τοῦτον ἡμῖν ὡς τέκνοις ἀφῆκε τὸν κλῆρον· ὡς θησαυρὸν ἡ φύσις κατέχει τὸν λόγον· ὅλον τὸ γένος διὰ ταύτης τῆς φωνῆς ὀχυροῦται· μέχρι τῶν ἀγγέλων ἐξετάθη τὸ ῥῆμα· ἄγγελοι ταύτην ὡς ἄγκυραν τὴν ὁμολογίαν κρατοῦσι· πᾶσα ἡ κτίσις ὡς διάδημα περιφέρει τὸ δόγμα. Μόνος ὁ Ἄρειος ἀποστερεῖται τοῦ λόγου, μόνος ἐκεῖνος ἐκπίπτει τοῦ κλήρου, μόνος οὐχ ὁμολογεῖ Κύριον τὸν Χριστὸν μετὰ Θωμᾶ· οὐ γνωρίζει αὐτὸν Θεὸν μετ᾽ αὐτοῦ· δοῦλον ἀποκαλεῖ τὸν Δεσπότην, κτίσμα τὸ ἀπαύγασμα, νόθον τὸν γνήσιον, πλάσμα τὸν πλάστην· οὐ λέγει Κύριον καὶ Θεὸν τὸν Δεσπότην, οὐκ ἀνέχεται τῆς ἀληθείας, οὐ συντίθεται τῷ Θωμᾷ, οὐκ ἀκολουθεῖ τῷ δικαίῳ· καὶ ταῦτα τιμῶν αὐτοῦ τὴν ἡμέραν, καὶ πανηγυρίζων μετὰ πάσης τῆς οἰκουμένης, καὶ συντάττων ἑαυτὸν τοῖς φίλοις τοῦ Θωμᾶ.