Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἀπόστολον Παῦλον
Εγκώμιο των ιερών λειψάνων και τελική δοξολογία
Αναφορά στην αγιαστική και ιαματική χάρη των λειψάνων του Αποστόλου και κατακλείδα του εγκωμίου με τριαδική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εγκώμιο των ιερών λειψάνων και τελική δοξολογία
Αναφορά στην αγιαστική και ιαματική χάρη των λειψάνων του Αποστόλου και κατακλείδα του εγκωμίου με τριαδική δοξολογία.
Μακαρίζω τὴν γῆν τὴν κρύψασάν σου τοῦ ἀποστόλου τὴν κόνιν. Μακαρίζω <τὸν> τόπον τὸν φυλάττοντα τὸν οὐράνιον θησαυρόν, τὸ σκεῦος τῆς ἐκλογῆς. Εἴθε μέ τις ἐπέστησε τῷ τάφῳ τοῦ μακαρίου καὶ περιχυθῆναι δέδωκε τοῖς ἁγίοις ἐκείνοις λειψάνοις καὶ περιπτύξασθαι τὴν κεφαλὴν τὴν ἀποτμηθεῖσαν διὰ Χριστόν, ἰδεῖν τε τῶν μέλων ἐκείνων τὸν χοῦν δι’ ὃν ἡ τοῦ πνεύματος χάρις ἐνήργει, τῶν τῆς δικαιοσύνης ὅπλων τῶν νεκρωθέντων τῇ ἁμαρτίᾳ, τῶν συσταυρωθέντων τῷ Χριστῷ, τῶν ὀφθαλμῶν ἐκείνων τὸν χοῦν τῶν ὑπὸ τῆς ἀστράπης καὶ τῆς δόξης τοῦ Χριστοῦ τυφλωθέντων καὶ πάλιν ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀναβλεψάντων, οἳ διὰ παντὸς καθάπερ λιβάδες τὸ τῆς κατανύξεως ἀπέσταζον δάκρυον.
Τῶν ὤτων ἐκείνων ἤθελον ἰδεῖν τὴν κονίαν, τῶν τὰς ἀρρήτους ἀκοὰς δεξαμένων, τοῦ στόματος ἐκείνου τοῦ τὰ σωτήρια πηγάζοντος ῥήματα τοῦ φοβερὰ τῷ διαβόλῳ βροντῶντος, τῆς γλώσσης τῆς δαίμονας μαστιζούσης καὶ ἰατρευούσης ἀνθρώπους, δι’ ἧς Χριστὸς ἐφθέγγετο, δι’ ἧς τὰ κακὰ τῶν ψυχῶν ἡμῶν ἐφαρμακεύετο.
Τὰς χεῖρας ἐβουλόμην φιλῆσαι τὰς πολλάκις δεθείσας διὰ Χριστόν, τὰς ἀπὸ δεσμωτηρίου γραφούσας [ἐπιστολάς], τὰς ἐργαζομένας καὶ τῶν ἀδελφῶν τὰς ἔνδειας ἀποπληρούσας, τὸ στῆθος τὸ περικείμενον τῆς δικαιοσύνης τὸν θώρακα, τὴν καρδίαν <ἐξ> ἧς Χριστὸς ἐκάθητο, τὴν ποταμοὺς ἀφιεῖσαν <δακρύων> [ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον], τὴν πυρουμένην ἐν τοῖς σκανδαλιζομένοις καὶ ὀδυνομένην ἐπὶ ταῖς τῶν πιστῶν ἀσθενείαις, τὴν πασῶν τῶν ἐκκλησιῶν τὰς φροντίδας χωροῦσαν.
Ἐπεθύμουν θε{ά}σασθαι τὸν μυρίας διὰ θεὸν δεξάμενον μάστιγας νῶτον, τὴν πρὸς ἡδονὰς νενεκρωμένην γαστέρα τὴν σύντροφον ἑκουσίου λιμοῦ. Εἴθε μοί τις ἔδειξεν τοὺς πόδας τοὺς πτηνῶν ὀξύτερον δραμόντας τὴν οἰκουμένην, τοὺς ξύλῳ προσδεθέντας πολλάκις, τοὺς ὑπὲρ τοῦ κηρύγματος ὁδοιπορίαις παλαιωθέντας.
Ταῦτα καὶ ἰδεῖν ἐβουλόμην, καὶ καταφιλῆσαι τὰ μέλη. Ἁγιασμὸν γὰρ τοῖς πλησιάζουσιν ἀπονέμει, νόσον διώκει, δαίμονας ἀπελαύνει, Χριστὸν ἵλεων τοῖς παροῦσιν ποιεῖ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σῦν τῷ πατρὶ καὶ ζῳοποιῷ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。