ΚΕΦΑΛ. Γʹ. Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν. Ὕψος αὐτῆς πηχέων ἑξήκοντα, καὶ εὖρος αὐτῆς πηχέων ἕξ· ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεηρᾷ ἐν χώρᾳ Βαβυλῶνος. Καὶ Ναβουχοδονόσορ ἀπέστειλε εἰσαγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ τοπάρχας, ἡγουμένους καὶ τυράννους, καὶ τοὺς ἐπ᾽ ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. Ὅρα τὴν ἀλήθειαν τῶν πραγμάτων λάμπουσαν· καίτοι τίς οὐκ ἂν αἰσχυνθῇ τοῦτο ἀποκαλύψαι; Τί λέγεις; ὁ προσκυνήσας, ὁ μάννα σπείσας, ὁ τὸν Θεὸν οὕτω τιμῶν, καὶ θαυμάσας καὶ ὑπερεκπλαγεὶς, οὗτος, οὐδὲ μακροῦ παρελθόντος χρόνου, εὐθέως ἐπὶ τὴν προτέραν ἐπανέρχεται πλάνην; Καλῶς γε. Οὐ γὰρ αὐτὸν κατεπλήξατε τοῖς σημείοις· ἀλλ᾽ οὐδὲν τούτων ἐνενόησαν, ἀλλ᾽ ἓν μόνον ὁρῶσιν, ὅπως γυμνὴν τὴν ἀλήθειαν παρακατάθωνται. Ἐπειδὴ γὰρ τὴν πόλιν εἷλε (τότε γὰρ αὐτὴν εἷλε, καὶ αὐτῆς ἐκράτει), ἔστησε τὴν εἰκόνα, ἴσως εἰς τῦφον ἀρθείς. Τινές φασιν, ὅτι τῆς εἰκόνος ἐκείνης μεμνημένος τῆς ἐν τοῖς ὀνείροις αὐτῷ δειχθείσης· ἄλλοι δὲ λέγουσιν, ὅτι εἰς θεοὺς ἑαυτὸν ἀναγαγεῖν βουλόμενος. Καὶ γὰρ ταύτην εἶχον ἐπιθυμίαν οἱ παλαιοὶ, ὥστε νομίζεσθαι θεοὶ, καθάπερ ὁ διάβολος. Καὶ ὅρα τὴν ἔκβασιν.