Νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν, καὶ ἔκθες γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ Περσῶν, ὅπως ἂν μὴ παραγραφῇ κατέναντι τούτου. Τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξε γραφῆναι τὸ δόγμα. Ὅρα τί ποιοῦσι, πῶς ἀλόγιστον δόγμα ἐσπούδαζον στῆσαι. Καὶ κατὰ σπουδὴν τοῦτο αἰτοῦσι. Τὸ μὲν γὰρ λέγειν, Ὃς ἂν αἰτήσῃ παρὰ ἀνθρώπου, λόγον εἶχεν; Ἀλλ᾽ ἐδόκουν σοφίζεσθαι τὸν λόγον τῆς αἰτήσεως τῷ βραχεῖ χρόνῳ. Ποία ὑπόθεσις αὕτη; διὰ τί τοῦτο εἶπες; Ἔδοξε, φησί· πάντες συνελθόντες τοῦτο ἐκυρώσαμεν, ὥστε ἐν τριάκοντα ἡμέραις παρὰ σοῦ μόνου αἰτεῖν. Ὦ βαρβαρικὸν αἴτημα· ὦ πολλῆς ἀλογίας γέμουσα χάρις, αὐτὸν τὸν δοκοῦντα τιμᾶσθαι καταισχύνουσα! Εἰ μὲν γὰρ τοῦτο καλὸν, ἔδει διηνεκὲς τοῦτο εἶναι· εἰ δὲ φαῦλον, οὐδὲ τὰς τριάκοντα ἡμέρας. Πάλιν εἰ καλὸν, τί τὸ πλῆθος προβάλλεσθε; Καὶ γὰρ χωρὶς τούτου ἐπινεῦσαι δεῖ· εἰ δὲ φαῦλον, οὐδὲ πάσης τῆς οἰκουμένης κελευούσης ὑπείκειν ἐχρῆν. Οὐ προεῖδε τὸν δόλον ὁ βασιλεύς· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα. Ὥρισε γὰρ, καὶ γράμμασιν αὐτὸν [f. αὐτὸ] ἠσφαλίσαντο, ὥστε μηδὲ βουλομένῳ μετὰ ταῦτα γενέσθαι καιρὸν τοῦ ἀνανεῦσαι.