Καὶ ἡ παρθένος ἔφη· Εἰ ταῦτα ζητεῖς, εὑρήσεις οὐδέποτε· εἷς γὰρ δι᾽ ἑνὸς πρὸς μίαν ἀπεσταλμένος διὰ μόνης καταμόνας ἐλάλησεν· οὐδεῖς παρῆν· ἐπεὶ οὐδεὶς ἔμελλεν εἶναι τοῦ τικτομένου πατήρ. Ὡς δὲ ἠπιστεῖτο ἡ παρθένος, ὑπονοήσασα λοιπὸν εἰς ἕτερον λογισμὸν ἦλθε Μαρία, λέγουσα· Ἡ γαστήρ με προδίδωσιν, ὁ παῖς μου κατηγορεῖ ἐν κοιλίᾳ ἀγαλλόμενος· τί οὖν καθ᾽ ἑαυτῆς ἐπὶ πλεῖον ἐρεθίζω τὸν Ἰωσήφ; Πνίξω τῇ σιωπῇ τὰ χείλη μου, καὶ πρὸς τὸν ἄγγελον ἀοράτως δικάσομαι· Ποῦ τὰ νῦν ὑπάρχεις, ὁ τὸ, Χαῖρε, κεχαριτωμένη, φθεγγόμενος; ἐν ποίοις τόποις αὐλίζῃ; εἰπὲ, ἵνα ἐκεῖ παραγένωμαι, καὶ κρεμασθῶ τῷ τραχήλῳ σου, μέχρις ἐλθὼν πληροφορήσεις τὸν Ἰωσὴφ, τίνος υἱὸς ὁ ἐμῆς κοιλίας κοιτῶνα σκιρτοβατῶν. Οὐ φέρω τὸν πρεσβύτην ὑπιδόντα, γογγύζοντα· καὶ σὺ ποίῳ τόπῳ χρονίζεις ἀγνοῶ· ἐλθὲ, καὶ ὑπὲρ ἐμοῦ δικαιολόγησαι. Ταῦτα τῆς Μαρίας λεγούσης, τὸ τάχος ὁ ἄγγελος πρὸς τὸν Ἰωσὴφ παραγίνεται, καὶ πληροφορήσας τὸ ἐκβαλεῖν τὴν παρθένον ἐκώλυε, Μὴ φοβηθῇς, λέγων τῷ Ἰωσὴφ, παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· οὐ γάμου κοινωνίαν, ἀλλὰ θεϊκῶν μυστηρίων οἰκονομίαν σοι λέγω. Ἀλλὰ πατὴρ οὐχ ὑπάρχεις; Ἐν γῇ πατέρα μὴ ζητήσῃς, μήτε ἐν οὐρανοῖς μητέρα. Πάσης ὀρφανίας ἡ φύσις ἀπήλλακται· μόνος γὰρ ἐκ μόνου καταμόνας πρὸ αἰώνων ὑπάρχει. Νῦν μόνος ἐκ μόνης, ὡς οἶδε μόνος.