Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς. Τινὲς μὲν καὶ εἰς τούτους φασὶ τοὺς κλήρους τῆς Ἐκκλησίας εἰρῆσθαι· τοῦτο καὶ πείθομαι. Τί γὰρ ἡμᾶς ὠφελοῦσιν, εἰπέ μοι, τοὺς ἀναξίως βαδίζοντας; οὐχὶ δὲ καὶ κρῖμα πλέον ἔσται; Τί δὲ ὅλως κλῆρός ἐστι, καὶ πόθεν τὸ ὄνομα μάθωμεν. Ἴσως γάρ τινα καρπούμεθα, καὶ ἀπὸ τοῦ ὀνόματος ὠφέλειαν· ἄλλως δὲ καὶ πολλῆς αἰσχύνης ἀγνοεῖν τοῦτο ὃ καλούμεθα· οὐ γὰρ δὴ κλήρῳ τινὶ ἐκληρώθημεν. Κλῆρος γὰρ πρᾶγμά ἐστιν ἄλογον. Πόθεν οὖν κλῆρος ὠνόμασται, καὶ οὐ παρ᾽ ἡμῖν μόνον; Ἴσως γάρ τις ἐνόμισε τῶν νεωτέρων εἶναι τὸ ὄνομα· ἀλλὰ καὶ ἐν ἀρχῇ λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης, καὶ ἀποστολῆς ἐμοὶ δοκεῖ, καὶ ἀπ᾽ ἐκείνου εἰρῆσθαι τοῦ κληρωθῆναι τὸν πρῶτον. Ἢ καθάπερ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων, κληροῦταί τις, ὁ μὲν τοῦτον λαβεῖν τὸν ἀνταγωνιστὴν, ὁ δὲ ἐκεῖνον· οὕτω καὶ ἐνταῦθα· ἀλλὰ τῷ λόγῳ τούτῳ καὶ τὸν κανονικὸν, ἢ ἐκκλησιαστικὸν κλῆρον δεῖ καλεῖσθαι. Ἑκάστῳ γὰρ, φησὶν, ὡς ἐμέρισεν ὁ Θεός· ἕκαστον ὡς κεκλήρωκεν ὁ Κύριος, οὕτω περιπατείτω. Καὶ γὰρ καὶ οὕτως ἐκληρώθη. Καὶ μετ᾽ ὀλίγα· Πόθεν οὖν ἐπιτέθειται τὸ ὄνομα; οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι τὸν κλῆρον τῆς διακονίας.