Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰορδάνην ποταμόν
Η γεωγραφία του Ιορδάνη και η τυπολογία της πτώσης
Η διπλή πηγή και η εκβολή του ποταμού στη Νεκρά Θάλασσα παραλληλίζονται με την προέλευση του ανθρώπου και την κατάληξή του στον θάνατο.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η γεωγραφία του Ιορδάνη και η τυπολογία της πτώσης
Η διπλή πηγή και η εκβολή του ποταμού στη Νεκρά Θάλασσα παραλληλίζονται με την προέλευση του ανθρώπου και την κατάληξή του στον θάνατο.
Εἰς τὸν Ἰορδάνην ποταμόν. Διὰ τί παρὰ πάντας τοὺς ἐπὶ γῆς ποταμοὺς ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπιτελεῖ Χριστὸς τὸ μυστήριον τοῦ βαπτίσματος; Ἀναγκαῖον ἱστορῆσαι τοῦ ποταμοῦ τὴν φύσιν, ἵνα ἐξ αὐτοῦ μάθῃς τὴν τῆς μυσταγωγίας ἀκολουθίαν. Ὁ Ἰορδάνης παρὰ πάντας τοὺς ποταμοὺς δύο ῥίζας ἔχει πηγῶν· οὐ γὰρ ἀπὸ μιᾶς πηγῆς προέρχεται ὁ Ἰορδάνης. Ἔχει δὲ τὴν μὲν μίαν πηγὴν εἰς τὴν Πανιάδα, τὴν δὲ ἄλλην πλησίον τῆς Πανιάδος· καὶ ἡ μὲν μία πηγὴ καλεῖται Ἰὸρ, ἡ δὲ ἄλλη Δάν· καὶ κατ᾽ ὀλίγον προερχόμεναι καὶ μεριζόμεναι ἀπ᾽ ἀλλήλων αἱ πηγαὶ, κατά τινα τόπον συνέρχονται ἀλλήλαις, καὶ ἕνα ἀποτελοῦσι ποταμόν. Ἀπέδωκαν δὲ αὐτῷ οἱ ἀρχαῖοι ὄνομα πρὸς τὰς ῥίζας, Ἰορδάνης, ὁ ἀπὸ τοῦ Ἰὸρ καὶ τοῦ Δὰν τεχθεὶς ποταμὸς, παρὰ τὰς ἀρχὰς σχιζομένας ἔχων τὰς ῥίζας, καὶ ἐπὶ τέλει συναπτομένας. Παρὰ πάντας πάλιν τοὺς ποταμοὺς οὗτος εἰς ζῶσαν θάλασσαν οὐ τρέχει, καὶ ὕδωρ αὐτὸν θαλάσσης ζῶν οὐ δέχεται, ἀλλὰ δέχεται αὐτὸν ἡ νεκρὰ θάλασσα. Οὗτος μόνος παρὰ πάντας τοὺς ποταμοὺς νεκροῖς καὶ ἀργοῖς ὕδασι συνάπτεται.
Ἔστι δὲ ὁ Ἰορδάνης τοῦ ἡμετέρου θνητοῦ γένους τύπος, καὶ ὅπως ἄκουε. Ἀπ᾽ ἀρχῆς τὸ γένος τὸ ἡμέτερον δύο ἔχει ῥίζας, τὸν Ἀδὰμ ἐκ γῆς πλασθέντα, τὴν Εὔαν ἀπὸ πλευρᾶς προελθοῦσαν· καὶ οὐκ ἔστιν εἷς τόπος καὶ εἷς τρόπος τῆς καταστάσεως. Ὁ μὲν γὰρ ἀπὸ γῆς ἐπλάσθη, πηγὴν ἔχων τὴν γῆν· ἡ δὲ ἀπὸ πλευρᾶς ἐγένετο, ῥίζαν ἔχουσα τὴν πλευράν· ἄλλη ἀρχὴ ἐκείνου, καὶ ἄλλη ταύτης. Καὶ ἦσαν ἀπ᾽ ἀλλήλων τέως μεριζόμενοι κατὰ τὸν τρόπον τῆς διαπλάσεως· συνῆλθον δὲ εἰς συνάφειαν γαμικὴν, ἀπετελέσθη τὸ ἐξ ἀμφοτέρων ἓν σῶμα, καὶ οὐκέτι οἱ τικτόμενοι ἢ ἀπὸ πλευρᾶς ἢ ἀπὸ γῆς, ἀλλ᾽ ἀπὸ συνουσίας ἐτίκτοντο. Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Τοῦτο γοῦν τὸ ἡμέτερον πλάσμα, δραμὸν εἰς ἀκολουθίαν φύσεως, τέλος ἔσχε τὸν θάνατον. Ἤρξατο μὲν ἡμῶν τὸ πλάσμα ἀπὸ γῆς, καὶ ἔληγεν εἰς θάνατον· καὶ ἐδέξατο τὸ πλάσμα τοῦτο ἡ νεκρὰ θάλασσα, ὁ βαθὺς, ὁ καταχθόνιος, ἡ ἄβυσσος τῶν νεκρῶν. Ὃ γάρ ἐστι νεκρὰ θάλασσα τοῖς ζῶσιν ὕδασι, τοῦτό ἐστιν ὁ ᾅδης τοῖς ἀποθνήσκουσι.
Διὸ λέγει Παῦλος· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς καταβήσεται εἰς τὸν ᾅδην; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Περὶ τοῦτον οὖν τὸν Ἰορδάνην τὸν ἀπὸ ζωσῶν πηγῶν προερχόμενον, καὶ εἰς νεκρὰν θάλασσαν καταλήγοντα, πᾶσα ἡ τοῦ Θεοῦ ἐπετελεῖτο θαυματουργία, ἵνα μηκέτι τὸ ζῶν ὕδωρ τρέχῃ πρὸς θάνατον.
著作
文本
在新窗口中打开相关段落。