Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης. Οἱ ἐκ πελάγους μεγάλα σαλεύοντες κυβερνῆται, οἷς οὐκ ἤπειρος, οὐκ ὄρος, οὐ βουνὸς, οὐ σκόπελοί τινες τὴν χέρσον σημαίνουσι, πρός τινας ἀστέρας ἀποβλέποντες, καὶ πρὸς ἐκείνους τὸ σκάφος ῥυθμίζοντες ἀναυάγητοι διαμένουσιν· οἱ δέ γε τῆς Ἐκκλησίας μαθηταὶ οἱ ἐν τῷ πελάγει τοῦ βίου τούτου τυγχάνοντες, οὐ πρὸς ἀστέρας τινὰς ἀποβλέποντες, ἀλλὰ πρὸς τοὺς πατέρας τὸ ὄνομα τῆς διανοίας τείνοντες, καὶ τοῖς ἐκείνων ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθοῦντες, εἰς τὸν αὐτὸν λιμένα τῆς βασιλείας ἐλαύνουσι. Διὰ τοῦτο γάρ τοι καὶ ὁ Κύριος ἡμῶν ἐν ταῖς ἱεραῖς Βίβλοις τὸν βίον αὐτῶν ἀνεκήρυξεν, ἵνα μὴ μόνον ἀκούοντες ἐπαινῶμεν, ἀλλ᾽ ἵνα καὶ ποθήσαντες τὴν αὐτῶν πολιτείαν ζηλώσωμεν. Φύσει γὰρ φιλόκαλον οὖσαν τὴν φύσιν τῶν ἀνθρώπων εἰδὼς ὁ Κύριος, καὶ ἀεὶ τῶν κρειττόνων διὰ φιλοτιμίαν ἐφιεμένην, ὥσπερ κόσμιά τινα προτέθεικε τοὺς τῶν πατέρων ἄθλους, ἵνα ἕκαστος ἡμῶν πρὸς ἣν ἂν βούληται ἄθλησιν ἑαυτὸν μεταῤῥυθμίζῃ. Ὑπομονῆς οὖν διδάσκαλος ἄριστος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωϋσέως, πραότητος ὁ τοῦ Δαυῒδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ Δανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακαρίας Σουσάννης.