Ὁρᾷς πῶς διὰ σωφροσύνην ἐδικαιώθη, διὰ σωφροσύνην ἐν οὐρανοῖς βασιλεύει; Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα καὶ ὑμεῖς τὴν αὐτὴν πολιτείαν ζηλώσαντες, τὴν αὐτὴν δόξαν παρὰ Θεοῦ κομίσησθε. Ἀλλ᾽ ἔδει ἡμᾶς καὶ περὶ τῆς μακαρίας Σουσάννης εἰπεῖν, μάλιστα ἐπαγγειλαμένους· ἀλλ᾽ ἐπειδὴ βέλτιόν ἐστι μᾶλλον διψῶντας ἀναχωρῆσαι, καὶ μὴ τοὺς κορεσθέντας καὶ ἃ ἐδέξαντο ἐκπτύσαι, ἐν ἄλλῃ τηρήσαντες ἡμέρᾳ τὴν διήγησιν, Θεοῦ βουλήσει, νῦν ἐπὶ τὸν κρατῆρα τῆς μυσταγωγίας ἐκδράμωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.