Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον
Τα εντάφια σπάργανα ως απόδειξη του θαύματος
Ανάλυση της διατήρησης των σαβάνων ως αδιάσειστου τεκμηρίου της εγέρσεως έναντι της ιουδαϊκής αμφισβήτησης.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Τα εντάφια σπάργανα ως απόδειξη του θαύματος
Ανάλυση της διατήρησης των σαβάνων ως αδιάσειστου τεκμηρίου της εγέρσεως έναντι της ιουδαϊκής αμφισβήτησης.
Σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα· θριαμβεύει με τετραήμερον σῶμα μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεύων αἰσθητός· πατηθήσομαι λοιπὸν μετὰ σπαργάνων, παρ᾽ ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ λοιποῦ δειλιάσει, τὸν παρὰ σαπέντος νενικημένου νεκροῦ, καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα; παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος, ὥσπερ τις χρυσὸς, μεθ᾽ ὧν παρετέθη σφραγίδων ἀποδιδόμενος· δεδεμένος κειρίαις παρετέθη τῷ μνήματι, μετ᾽ αὐτῶν αὖθις τῷ βίῳ δεδεμένος ἀπεδίδοτο. Ἄπιστος γὰρ τῶν Ἰουδαίων ὁ δῆμος, καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος. Εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν, ὥσπερ ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Ὥσπερ οὖν παρακαταθήκην ἀποδώσειν τις μέλλων, καὶ τὴν τοῦ παραθεμένου προορῶν ὑποψίαν, τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵν᾽ ἡ τῶν σφραγίδων ὄψις τὸν παραθέμενον πείσῃ· οὕτω καὶ ὁ Δεσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς Ἰουδαίοις ἐκ νεκρῶν, τὴν τετραήμερον ἐν νεκροῖς παραθήκην, τὰ τῶν σπαργάνων αὐτῷ, καθάπερ τινὰ σφραγῖδα, συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν, ὡς οὐκ ἄλλος τις, ἀλλ᾽ αὐτὸς, ὃν κατέθεντο. Ἀλλ᾽ ἡ τῆς ἀπιστίας ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι, καὶ τυφλὴν διενοοῦντο βουλήν.
著作
文本
在新窗口中打开相关段落。