Ἔφαγέ τις κρέα, καὶ εἰς διαφθορὰν ἐχώρησεν· ἔφαγέ τις νοήματα, καὶ εἰς ἀφθαρσίαν ἐχειραγωγήθη. Ἔφαγέ τις κρέα, καὶ ἠρεύξατο πολλὴν δυσωδίαν· ἔφαγέ τις νοήματα εὐωδίας πνευματικῆς, καὶ ἠρεύξατο πολλὴν ἀρετὴν, καὶ τὸν πλησίον εὔφρανε. Ὁ προφήτης οὖν ἐπειδὴ τοιαῦτα ἔτρωγεν, ἔλεγεν· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Σαλεύεται τὰ κύματα πάλιν, ἀλλ᾽ ἡ διάνοια στηκέτω· σείεται τὰ σώματα, ἀλλ᾽ ἡ ἀκοὴ ἀτρεμὴς ἔστω. Βλέπετε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Εἴδετε χθὲς τὸν βασιλέα καὶ προφήτην πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον, νικῶντα, στεφανούμενον, ἀνακηρυττόμενον. Εἴδετε τὴν ἁμαρτίαν ἐπερχομένην καὶ σφαζομένην διὰ τῆς μετανοίας. Ὡς ἄρκτος ἐπῆλθεν ἡ ἁμαρτία, καὶ κατέβαλεν, ἀλλ᾽ εἰσῆλθεν ἡ μετάνοια, καὶ ἀνέστησε. Τὸ φάρμακον τῶν τραυμάτων, ἡ τῆς σωτηρίας ἐλπίς. Εἴδετε τὸν προφήτην εἰσιόντα καὶ ἐλέγχοντα τὸν προφήτην. Εἴδετε τὸν βασιλέα μετὰ φιλοσοφίας φέροντα τὸν ἔλεγχον, δεχόμενον τὴν τομὴν, ἀπαλλασσόμενον τῆς σηπεδόνος. Εἴδετε Δεσπότου φιλανθρωπίαν λάμπουσαν, καὶ τὸν νεκρὸν ζωοποιοῦσαν. Εἴδετε λέγοντα αὐτὸν, Ἡμάρτηκα τῷ Κυρίῳ· καὶ τὸν προφήτην λέγοντα· Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου.