Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ καὶ δευτέρου ψαλμοῦ, τὸ, «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·» καὶ περὶ τοῦ ἐν θαλάσσῃ περιπατοῦντος Σωτῆρος, εἰς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ εἰς τοὺς πρωτοπλάστους κατὰ τῆς παραβάσεως. αʹ. Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης; Ἡ τοῦ Κυρίου θαυματουργία, ὅτι νεύματι μόνῳ τὴν τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε. Τίνες δὲ οἱ ἐπάραντες φωνὰς ἐν τῇ θαλάσσῃ ποταμοὶ, ἀλλ᾽ ἢ οἱ μαθηταὶ τοῦ Κυρίου πάντως; Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς ἀεννάου πηγῆς Χριστοῦ προελθόντες, κατὰ τὸ φάσκον ῥητόν· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ὁ μὲν Κύριος θαυματουργῶν οὐκ ἐπαύετο· οἱ δὲ ἀπόστολοι τῆς δικαιοσύνης οὐκ ἀφίσταντο, ἐν τῇ θαλάσσῃ κυμαινόμενοι. Τὸν Κύριον γὰρ τετάρτῃ φυλακῇ τῆς νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι. Ποῖον φάντασμα; Ἡ δούλη τὸν Δεσπότην ἐγνώρισε, καὶ οἱ μαθηταὶ τὸν Δεσπότην οὐκ ἐγνώρισαν;