ΟΜΙΛΙΑ Ῥηθεῖσα εἰς τὴν μεγάλην ἑβδομάδα, ἐν ᾗ διδασκαλία, τίνος χάριν καλεῖται μεγάλη ἑβδομάς· καὶ εἰς τὸ, «Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον·» καὶ εἰς τὸν ἐν ταῖς Πράξεσι δεσμοφύλακα. αʹ. Διηνύσαμεν τῆς νηστείας τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα τῇ τοῦ Θεοῦ χάριτι λοιπὸν κατηντήσαμεν· ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμῶμεν, ἐπειδὴ πρὸς τὸν λιμένα κατηντήσαμεν, ἀλλὰ διὰ τοῦτο σπουδάζωμεν μᾶλλον, ἐπειδὴ πρὸς τὸ τέλος ἐφθάσαμεν. Οὕτω γὰρ καὶ κυβερνῆται ποιοῦσιν· ἐπειδὰν μυριοφόρον ὁλκάδα πεπληρωμένην τῶν σίτων καὶ τῶν φορτίων εἰς ὕψος συγκειμένων εἰς στόμα λιμένος εἰσάγειν μέλλωσιν, ἐναγώνιοι καὶ περιδεεῖς εἰσι, μήποτε μετὰ τὰ μακρὰ πελάγη πέτρᾳ τινὶ προσρῆξαν τὸ πλοῖον, ἐκεῖ τὴν ἐμπορίαν καταδύσῃ πᾶσαν. Οὕτω δὲ καὶ ἡμᾶς δεδοικέναι χρὴ καὶ ἐναγωνίους εἶναι, μὴ πρὸς τῷ τέλει τῆς ἀμοιβῆς τῶν πόνων ἐκπέσωμεν. Διὸ καὶ ἐπιτεῖναι χρὴ τὴν σπουδήν. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν ἴδωσιν ἑαυτοὺς ἐγγὺς τῶν βραβείων γινομένους, τότε μᾶλλον ἐπιτείνουσι τὸν δρόμον. Οὕτω καὶ ἀθληταὶ, μετὰ μυρία παλαίσματα καὶ μυρίας νίκας, ὅταν περὶ τοὺς στεφάνους πλησιάσωσι, τότε μᾶλλον διανίστανται, καὶ συντείνουσιν αὑτῶν τὴν προθυμίαν.