Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν υἱὸν τῆς χήρας
Η επιβεβαίωση της ανάστασης και η καταληκτήρια δοξολογία
Η συνομιλία της χήρας με τον αναστημένο υιό προς βεβαίωση του θαύματος και η τελική απόδοση δόξας στον Θεό.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η επιβεβαίωση της ανάστασης και η καταληκτήρια δοξολογία
Η συνομιλία της χήρας με τον αναστημένο υιό προς βεβαίωση του θαύματος και η τελική απόδοση δόξας στον Θεό.
μὴ ἄλλον ὑπὲρ ἄλλου κρατῶ; μὴ πρὸς παραμυθίαν τὴν ἐμὴν, καὶ τὴν τοῦ πένθους ὑποστολὴν, καὶ πρὸς τοῦ ἄλγους ὑπερβολὴν τοῦ υἱοῦ μου τὸν θάνατον ἐσοφίσατο; καὶ ξένον τινὰ ὡς οἰκεῖον παρέδωκεν Ἰησοῦς, τὴν ἐμὴν ὀδύνην ἐπικουφίσαι βουλόμενος; Οὐδένα τοῦ γενομένου κέκτημαι μάρτυρα· οὐκ εἶδον τοῦτό ποτε, οὐκ ἄλλος τῶν σὺν ἐμοὶ τεθέαται· οὐδέποτε ἐπὶ κλίνης ὤφθη νεκρὸς ἐγηγερμένος. Αὐτὸν δὲ τὸν υἱὸν λαβοῦσα, διελέγετο λέγουσα· Λέγε μοι, φησὶ, καὶ μὴ δειλιάσῃς, εἰ σὺ αὐτὸς ὑπάρχεις ὁ υἱός μου· εἰπὲ, γινώσκεις με; γνωρίζεις με τίς εἰμι; οἶδας εἰ ἐγώ εἰμι ἡ τεκοῦσά σε;
Ἐπιγινώσκω τοὺς χαρακτῆρας, ἀλλ᾽ οὐ πιστεύω τῷ πράγματι· βοᾷ ὁ ὀφθαλμὸς, ὑπογράφει ἡ κόρη, κηρύττει τὰ βλέφαρα, ἡ ἀκοὴ συμφωνεῖ, μαρτυρεῖ τὸ τῆς ὀσφρήσεως διατετυπωμένον μεσότοιχον, τὰ χείλη πληροφορεῖ, αὐτὴ ἡ ἡλικία προτρέπεται. Κίνησον γλῶσσαν, ὦ φίλτατε, εἰπέ μοι τὰ τοῦ βίου τεκμήρια. Ἡ χαρά μοι χειμῶνά μοι ἐκίνησε· βλέπω σε, καὶ συνέχομαι· ἐγώ σε ἐπ᾽ ἀγκάλαις ἐβάστασα, ἐγὼ μαζοῖς ἐμοῖς ἐθήλασα βραχὺν ὄντα. Λέγε μοι, τέκνον μου, σὺ ὑπάρχεις ὁ υἱός μου; καὶ μὴ δειλιάσῃς με. Ἀλλ᾽ ὡς ἐπὶ πᾶσι τούτοις τὴν πληροφορίαν ἐδέξατο, καὶ ἡ πενθήσασα ὑπέστρεψε χαίρουσα, καὶ ἡ θρηνοῦσα δοξάζουσα τὸν Θεὸν, τῇ δεξιᾷ χειρὶ τὸν παῖδα κατέχουσα, καὶ διὰ τῆς πόλεως πρὸς πάντας πορευομένη βοῶσα μεγάλῃ τῇ φωνῇ· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· ὅτι τὸν ἐμὸν νεκρωθέντα ἀνέστησεν, ὅτι τὴν παλαιὰν ἄμπελον ἐχαράκωσε, καὶ τὴν μὴ μητέρα πάλιν μητέρα ἐποίησε, καὶ πηγὰς δακρύων ἐξέκοψε· καὶ δοξάσατε τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。