Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἀσθενοῦντας
Εισαγωγική ικεσία και ανάμνηση βιβλικών διασώσεων
Ικεσία προς τον Κύριο υπέρ της ασθενούσης με αναφορά στις διασώσεις των δικαίων της Παλαιάς και της Καινής Διαθήκης.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγική ικεσία και ανάμνηση βιβλικών διασώσεων
Ικεσία προς τον Κύριο υπέρ της ασθενούσης με αναφορά στις διασώσεις των δικαίων της Παλαιάς και της Καινής Διαθήκης.
Oratio in infirmos (=in servam Dei Mariam). Δέσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης παρακλήσεως, ὁ μὴ βουλόμενος εἶναι τὸν ἄνθρωπον νοσερὸν ἢ κατώδυνον, ἀλλ᾽ ἱλαρὸν καὶ ὑγιῆ ὁλοτελῆ, αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν τὴν σωματικὴν ἀσθένειαν πεσοῦσαν καὶ ἐν ἀθυμίᾳ πάσῃ γεναμένη(ν) ἀνάστησον, οἴκτειρον, μὴ παρίδῃς, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, ἀπέλασον τὴν ῥαθυμίαν. ὁ τὴν πενθερὰν τοῦ Πέτρου πυρήσουσαν καὶ δεινῶς κατακειμένην καὶ ταύτην τῷ ῥήματί σου ἀναστήσας πρὸς τὸ διακονεῖν σοι, αὐτός, βασιλεῦ, πάρεσο καὶ νῦν ἐπὶ τὴν δούλην σου Μαρίαν καὶ καταπράϋνον τὸ ἄλγος τῆς ψυχῆς καὶ τὴν νόσον τοῦ σώματος. ὁ τὸν κορυφαιότατον τῶν ἀποστόλων δι᾽ ἀγγέλου ἐξαγαγὼν ἐκ τῶν δεσμῶν τῆς φρουρᾶς, ὁ τὸν κήρυκα τῆς ἐκκλησίας Παῦλον τὸν ἀπόστολον ῥυσάμενος ἐκ τὴν τοῦ Νέρωνος βασιλέως τιμωρία(ν) αὐτὸς καὶ τὸν δοῦλόν σου λύτρωσαι τῆς συνεχούσης ὀδύνης· ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμενος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ νῦν ἔκτεινόν σου τὴν ἀόρατον καὶ πνευματικὴν δεξιὰν καὶ ἀνάστησον τὸ πλάσμα σου ἐκ τῆς πλάνης ταύτης.
ὁ τὸν ξενοδόχον καὶ δικαιότατον Ἀβραὰμ ῥυσάμενος πάσης θλίψεως καὶ ὀδύνης, ὁ τὸν μυρίαθλον Ἰὼβ ἐκ τῆς κοπρίας ἀναστήσας αὐτὸς ἀνάστησον καὶ τὴν δούλην σου Μαρίαν ἐκ τῆς περιεχούσης αὐτῆς σωματικῆς ἀσθενείας. ὁ τὸν νομοδότην καὶ δικαιότατον Μωϋσῆν ἐξ Αἰγύπτου καλέσας, ὁ τὸν ἠγαπημένον σου παῖδα Ἰσραὴλ ἐκ τῆς κακίστης καὶ πονηρᾶς δουλείας τοῦ πικροτάτου φαραὼ διασώσας αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν βοήθησον, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, πᾶσαν πονηρὰν ἀσθένειαν ἀπέλασον ἀπ᾽ αὐτῆς καὶ ἔγειρον τὴν δούλην σου ἀπὸ κλίνης ὀδυνερᾶς (=—νη—) καὶ ἀπὸ στρωμνῆς κακώσεως. ὁ τὸν Ἰακὼβ ἐκ χειρὸς Ἡσαῦ διασώσας, ὁ τὸν Τοβὴτ ὀμματώσας καὶ τὸ φῶς αὐτὸν χαρισάμενος, ὁ τὸν πάγκαλον Ἰωσὴφ ἐξ ἀδελφοκτόνων καὶ πονηρῶν πραθέντα κακῶς διασώσας, ὁ τὸν πάνσοφον Δαυὶδ καὶ θαυμαστὸν προφήτην ἐκ χειρὸς Σαοὺλ διασώσας· αὐτὸς καὶ τὴν δούλην σου τὴν ἐν ἀσθενείᾳ κατακειμένην καὶ τοῦ ἐλέους σου ἐπιδεομένην ἐλέησον, οἴκτειρον, ἀνάστησον, διαφύλαξον ἀπὸ παντὸς κακοῦ ἀπόστησον. ὁ τὸν δικαιότατον Δανιὴλ τὸν προφήτην ἐκ τῆς φοβερᾶς τῶν λεόντων ἁρπαγῆς διασώσας, ὁ τὸν Ἱερεμίαν ἐκ τοῦ ζωφεροῦ καὶ σκοτεινοῦ λάκκου ἀφαρπάσας, ὁ τοὺς τρεῖς παῖδας Ἀνανίαν, Ἀζαρίαν καὶ Μισαὴλ ἐκ τῆς ἑπτακαύστου καμίνου διασώσας καὶ τὸ πῦρ εἰς δρόσον μεταβαλών· αὐτὸς καὶ τὴν δούλην σου τῆς συνεχούσης ὀδύνης ἀπάλλαξον.
著作
文本
在新窗口中打开相关段落。