Μόνος ὁ τάλας Ἰούδας τῆς τοιαύτης ἀγκύρας ἑαυτὸν ἀπεσχοίνισε, φιλήματι τοῖς λύκοις ὑποδείξας τὸ πρόβατον, καὶ τριάκοντα ἀργυρίων πωλήσας τὸν Κύριον· οὗ τὸ αἷμα τὸν κόσμον ἠγόρασεν. Ἀλλ᾽ ὢ τῆς ὑμῶν, ἀπόστολοι, μακαρίας καὶ λαμπρᾶς ξυνωρίδος! ὅτι τὰ πάντα τοῖς πᾶσι γεγόνατε χάριτι, οὐ καλάμῳ, ἀλλὰ λόγῳ τὰς τῶν ἀνθρώπων ἀγέλας ἐμπείρως ζωγρήσαντες. Ὑμεῖς γάρ ἐστε τῆς ὀρθοδοξίας ἀμετάθετοι στῦλοι, τῆς Ἐκκλησίας πέτρα, τῆς βασιλείας σκῆπτρα, καὶ τοῦ ποιμνίου μάλιστα τούτου ἄγρυπνοι προστάται, τῆς νοσούσης ἀνθρωπότητος ἄμισθοι ἰατροὶ, καὶ τῆς ἡμῶν μετανοίας πρὸς Θεὸν ἀνάδοχοι συμπαθεῖς. Ὡς γὰρ ἄκμονές τινες ἔμψυχοι τυγχάνοντες, ἐν τῷ τύπτεσθαι τοὺς τύπτοντας ἐχαλκεύσατε πρὸς ἐπίγνωσιν.