Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν· κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι· τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλησίαν ἐν ἅπασι τῆς οἰκουμένης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε, καὶ τοιούτους συλλόγους πανταχοῦ γῆς καὶ θαλάττης ἐστὶν ἰδεῖν. Ἐπὶ μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται, τῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ᾽ ἐκεῖνο τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου καὶ τῶν πλησιοχώρων ἐθνῶν. Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Ἦν γὰρ τοῖς ἀπὸ τῶν ἐθνῶν πρότερον ἄνυδρός τε καὶ ἄγονος ἡ ζωή· ἐπλανήθησάν τε ἔθνη ὄντες ἄλογα πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, ἀλλότριοί τε τῆς πολιτείας τοῦ Ἰσραὴλ, λιμῷ τε καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, τῷ λογικῆς ἐστερῆσθαι τροφῆς, ποτοῦ τε πνευματικοῦ, κατὰ τὸ, Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἀλλὰ καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος. Ἔρημος γὰρ ὑπῆρχε Θεοῦ, καὶ τῆς πνευματικῆς ἀρδείας δουλεῦον ἐκεῖ ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος· καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ὄντες, καθώς φησιν ὁ Ἀπόστολος. Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον.