Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀμβακούμ· Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ. Τοῦτο καὶ ὁ μακάριος Δαυῒδ ἐν τῷ ὀγδόῳ ψαλμῷ ἔφη· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Τὸ οὖν, Ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ τὴν σὴν μαθέτω δόξαν. Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου· σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Αἰτεῖ γὰρ ταχέως ἐπιστῆναι τὴν χάριν, καὶ τὸν ὑψούμενον ἐν οὐρανοῖς φανερῶσαι τὴν δόξαν ἐπὶ πᾶσαν τὴν γῆν, ὅπως ἂν ῥυσθῶσιν οἱ δυνάμενοι λέγειν· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀγαπητοὶ δὲ τοῦ Θεοῦ εἰσιν οἱ σωθέντες διὰ τῆς ἀγάπης αὐτοῦ τῆς πρὸς τὸ γένος τὸ ἡμέτερον ἄνθρωποι, οὕσπερ καὶ ὑψωθεὶς εἰς οὐρανὸν ἀπὸ τῆς ἀρχαίας αἰχμαλωσίας ἐῤῥύσατο, καθά φησιν ὁ Παῦλος· Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις. Δεξιὰν δὲ τοῦ Θεοῦ λέγει τὴν ἀγαθὴν ἐνέργειαν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ καὶ Θεοῦ δάκτυλος ὀνομάζεται, ὡς τῆς Τριάδος μίαν ἐχούσης οὐσίαν, δύναμίν τε καὶ ἐνέργειαν.