Ἐποίησε σελήνην εἰς καιρούς. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, ἃ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένετο, καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν. Αἱ γὰρ αὐτῆς ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ, ἐν τοσαύταις ἡμέραις αὔξουσά τε καὶ φθίνουσα. Σελήνην δὲ ἐνταῦθα τὴν τῶν Ἰουδαίων λέγει συναγωγὴν, ἥντινα μέχρι καιρῶν νόμου καὶ τῶν προφητῶν ἔθετο· ἥλιον δὲ τὸν Χριστόν· οὕτω γὰρ αὐτὸν καὶ Μαλαχίας ἔλεγεν· Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα Κυρίου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, ὅστις ἔγνω τὴν ἑαυτοῦ δύσιν. Τὸν γὰρ καιρὸν, καθ᾽ ὃν ἔδει τὸ πάθος οἰκονομῆσαι, ἐγίνωσκεν· ὥστε πρὶν ἐλθεῖν τοῦτον, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώμενος, ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτω ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυπτόμενος, καὶ τὸν αὑτοῦ δρόμον τρέχει, καὶ τὰ μέτρα φυλάττει.