Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολαὶ πρὸς Ὀλυμπιάδα
Επιστολή Β΄
Αναφορά στην αναχώρηση από τη Νίκαια, διαβεβαιώσεις για τη σωματική του ευεξία και προτροπή για συχνότερη αλληλογραφία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Επιστολή Β΄
Αναφορά στην αναχώρηση από τη Νίκαια, διαβεβαιώσεις για τη σωματική του ευεξία και προτροπή για συχνότερη αλληλογραφία.
ΕΠΙΣΤΟΛΗ Βʹ Ἀλλὰ καὶ τοῦτό σοι λελύσθω τὸ δέος τὸ τῆς ὁδοιπορίας τῆς ἡμετέρας. Καὶ γάρ, ὅπερ ἔφθην ἐπιστείλας, τὸ σῶμα ἡμῖν εἰς ὑγίειαν καὶ πλείονα ῥῶσιν ἐπέδωκε, τοῦ τε ἀέρος καλῶς ἡμῖν κεχρημένου, τῶν τε ἀπαγόντων ἡμᾶς πᾶσαν ποιουμένων σπουδήν, ὑπὲρ ὃ βουλόμεθα, ἀναπαύειν ἡμᾶς καὶ ἔργον τοῦτο ποιουμένων. Μέλλων δὲ ἀπὸ τῆς Νικαίας ἐξιέναι ταύτην διεπεμψάμην τὴν ἐπιστολήν, τρίτῃ μηνὸς τοῦ Ἰουλίου.
Γράφε οὖν ἡμῖν συνεχῶς περὶ τῆς ὑγιείας τῆς σῆς. Διακονήσεται γάρ σοι πρὸς τοῦτο ὁ δεσπότης μου Περγάμιος ᾧ σφόδρα τεθάρρηκα. Μὴ περὶ τῆς ὑγιείας μόνον ἡμῖν δήλου τῆς σῆς, ἀλλὰ καὶ περὶ τοῦ ἐσκεδάσθαι σοι τῆς ἀθυμίας τὸ νέφος. Εἰ γὰρ μάθοιμεν διὰ τῶν γραμμάτων τῶν σῶν τοῦτο, καὶ συνεχέστερον ἐπιστελοῦμεν, ὡς ἀνύοντές τι πλέον δι᾽ ὧν γράφομεν. Εἰ τοίνυν ἐπιθυμεῖς πυκνότητος ἀπολαύειν ἐπιστολῶν, δήλου σαφῶς ἡμῖν ὅτι γίνεταί τι πλέον ἀπὸ τῆς πυκνότητος καὶ ὄψει μετὰ δαψιλείας τοῦτο παρέχοντας.
Ἐπεὶ καὶ νῦν, πολλῶν παρελθόντων ἐντεῦθεν τῶν δυναμένων γράμματα κομίσαι, μὴ δεξάμενος παρὰ τῆς σῆς τιμιότητος ἐπιστολὴν σφόδρα ἤλγησα.
著作
文本
在新窗口中打开相关段落。