Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς Καισάριον
Παραδείγματα περί της απαθείας του Θεού Λόγου κατά το Πάθος
Επεξήγηση της απαθείας της θείας φύσεως κατά το πάθος μέσω των παραδειγμάτων της πορφύρας επί του ερίου και της ηλιακής ακτίνας.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Παραδείγματα περί της απαθείας του Θεού Λόγου κατά το Πάθος
Επεξήγηση της απαθείας της θείας φύσεως κατά το πάθος μέσω των παραδειγμάτων της πορφύρας επί του ερίου και της ηλιακής ακτίνας.
Εἰ δέ τισιν ἀδύνατον δοκεῖ ἐν ἑνὶ δύο εἶναί τινα καὶ ἅμα μὲν κατέχεσθαι ἅμα δὲ σταυροῦσθαι καὶ τὸ ἓν τούτων ὑπομένειν τὴν ὕβριν, ἀνθρωπίνῳ ὑποδείγματι ὑποδεῖξαι τοῦτο πειράσομαι. Ἡ βασιλικὴ πορφύρα ἔριον ἦν· τούτῳ μιγὲν τῆς κογχύλης τὸ αἷμα, χροιὰν πορφυρέαν αὐτῷ παρέσχεν. Ὅτε οὖν ἐνήθετο τοῖς δακτύλοις καὶ ἐκλώθετο, στήμων γενόμενον δηλονότι, τὸ ἔριον καὶ οὐχ ἡ βαφὴ τὴν στρέψιν ὑπέμενεν, ὁμοίως καὶ τῷ ἐρίῳ τὸν ἄνθρωπον τῇ πορφυρέᾳ χροιᾷ τὸν Θεὸν Λόγον, ὃς ἥνωτο ἐν τῷ πάθει καὶ τῷ σταυρῷ. Ἀλλὰ τῷ πάθει παντελῶς οὐχ ὑπέπεσε.
Πάλιν ἔστω δένδρον, ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου· ἐν τῷ οὖν τέμνεσθαι τοῦτο θεωροῦμεν ὅτι ὁ πλήττων σίδηρος πρῶτος κατὰ τῆς ἐν ἑαυτῷ ἀκτῖνος ἄνωθεν φέρεται. Καὶ ἡ ἀκτὶς πρώτη πρὶν ἢ τὸ δένδρον πληγῆναι τὴν πληγὴν ὑποδεχομένη φαίνεται.
Ὥσπερ οὖν ἡ λαμπηδὼν καίτοι ἐκεῖ οὖσα οὐ τέμνεται, οὔτε διακόπτεται, οὕτω καὶ ἡ θεότης οὔτε χωρισθῆναι ἠδύνατο οὔτε τμηθῆναι καὶ παθεῖν, ἡ δὲ σὰρξ τῷ πάθει ὑπέπεσεν, ἣ καὶ τμηθῆναι καὶ παθεῖν ἠδύνατο ὡς ἐκεῖ τὸ δένδρον.
著作
文本
在新窗口中打开相关段落。