〈Τοῦ αὐτοῦ〉 Βούλει μαθεῖν ἀγρυπνίαν προσευχῆς καὶ νῆψιν καὶ προσεδρείαν; Ἄπιθι πρὸς τὴν Ἄνναν, μάθε τί ἐποίησεν ἐκείνη. Ἀνέστησαν, φησί, πάντες ἀπὸ τῆς τραπέζης καὶ εὐθέως ἐκείνη οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη κούφη τις οὖσα καὶ μὴ βαρεῖσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Καὶ οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν διὰ τοῦτο, ἀλλ᾽ ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα. Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησίν, καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός· οὐδὲν γὰρ οὕτω φωνῆς χρεία ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν ὡς συντεταμένης ψυχῆς, οὐδὲ γὰρ σχήματος, ἀλλὰ φρονήματος. Κἂν γὰρ ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε· Κύριε Ἰησοῦ Χριστέ, ἐλέησόν με, εἰ καὶ μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλὰ τρόπος. Κἂν ὅπουπερ ἂν ᾖς, εὔχου. Ναὸς εἶ, μὴ ζήτει τόπον. Θάλασσα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι καὶ μέσον ὁ Μωϋσῆς μηδὲν λαλῶν. Καὶ λέγει πρὸς αὐτὸν ὁ Θεός· τί βοᾷς πρός με; Καὶ σὺ τοίνυν, ὅταν πειρασμὸς ἐπέλθῃ σοι, ἐπὶ τὸν Θεὸν κατάφυγε, τὸν δεσπότην Ἰησοῦν κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Ὁ Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἔτι σοῦ λαλοῦντος ἐρεῖ· ἰδοὺ πάρειμι. Οὐδέπω τελεῖς τὴν εὐχὴν καὶ αὐτὸς τὴν αἴτησιν δίδωσιν.