Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς τὸν ἡγούμενον
Εισαγωγή στις προϋποθέσεις του ασκητικού βίου
Επιστολική προσφώνηση και εισαγωγικές επισημάνσεις για την εσωτερική καθαρότητα και τη φιλαδελφία, με αναφορά στην παραβολή των δέκα παρθένων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγή στις προϋποθέσεις του ασκητικού βίου
Επιστολική προσφώνηση και εισαγωγικές επισημάνσεις για την εσωτερική καθαρότητα και τη φιλαδελφία, με αναφορά στην παραβολή των δέκα παρθένων.
〈Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐπιστολὴ πρός τινα ἡγούμενον αἰτήσαντα παρ᾽ αὐτοῦ πεμφθῆναι αὐτῷ κανόνα πνευματικῆς διδασκαλίας εἰς ὠφέλειαν αὐτοῦ τε καὶ τῶν μετ᾽ αὐτοῦ ἀδελφῶν〉 Ἐπειδὴ ἔγραψάς μοι, ποθεινότατέ μου ἀδελφέ, ἵνα κανόνα σοι παραδώσω ἀσκητικόν, τί σοι γράψω οὐκ οἶδα. Δυνατὸς δέ ἐστιν ὁ Κύριος τῆς δόξης Χριστὸς Ἰησοῦς γενέσθαι σοι ὁδηγός, ἐὰν γνησίως προσενέγκῃς ἑαυτὸν μετὰ τῶν ἀδελφῶν Κυρίῳ τῷ Θεῷ σου, ἐὰν θέλῃς πατρίδα, γένος, ὕπαρξιν καὶ ὅλον ὁμοῦ τὸν κόσμον ἀθλητικῶς ἀποδύσασθαι—ὁ γὰρ μὴ ἀποτασσόμενος πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ καὶ ἀποθνῄσκων ὅλῳ τῷ κόσμῳ οὐ δύναται τοῦ Κυρίου γενέσθαι μαθητής—, ἐὰν ἀγαπήσῃς Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν, ἐὰν τὴν παρθενίαν σου ἀμέμπτως φυλάξῃς σώματι καὶ ψυχῇ ἕως τέλους, ἐὰν ἔλεον καὶ συμπάθειαν κτήσηται ἕκαστος ὑμῶν ἐν τοῖς τῆς καρδίας ἀγγείοις καὶ ἑτοιμάσῃ ἑαυτὸν μετὰ λαμπάδων φαιδρῶν εἰς ἀπάντησιν τοῦ ἐπουρανίου νυμφίου, ἵνα μὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ σβεσθῇ ἡ λαμπὰς ἑκάστου μὴ ἔχουσα ἔλαιον. Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ἁγνὸν φυλάξῃ τὸ σῶμα, τὸ δὲ ἔσωθεν τῆς παροψίδος, τουτέστιν ἡ καρδία, γέμει πονηρίας, μίσους, μνησικακίας, θυμοῦ, ζήλου, φθόνου, ὑπερηφανείας;
Ὁ γὰρ ὀργιζόμενος τῷ ἀδελφῷ ἔτι ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ ἀνθρωποκτόνος ἐστί, λέγει γὰρ ἡ Γραφή. Εἰ δέ τις νομίζει ὅτι ἀκαίρως γράφω, ἀποβλέψῃ εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων. Τὰς μὲν πέντε φρονίμους, τὰς δὲ πέντε μωρὰς ὠνόμασεν ἡ θεία Γραφή, οὐχὶ πόρνας, ἀλλ᾽ οὐδὲν αὐτὰς ὠφέλησεν ἡ ἔξωθεν παρθενία. Ἀντὶ γὰρ ἐλέου καὶ φιλαδελφίας, ἰοῦ καὶ πονηρίας ἐπεπλήρωτο ἡ καρδία αὐτῶν καὶ διὰ τοῦτο ἐξεβλήθησαν ἀπὸ τοῦ ἐπουρανίου ἐκείνου καὶ ἀρρήτου νυμφῶνος κράζουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Καὶ οὐκέτι οὐδὲν ὠφελήθησαν παρὰ τοῦ Κυρίου τῆς δόξης, ἀλλὰ μόνον τὸ οὐκ οἶδα ὑμᾶς ἤκουσαν· οὐκ ἔστι γὰρ μετὰ θάνατον ἐξομολόγησις μετανοίας, ἀλλὰ ἀπαραίτητος κόλασις. Ὧδε γὰρ δέησις, ὧδε λύσις κακῶν· καὶ ὃ ἐὰν δήσῃ ἕκαστος φορτίον, τοῦτο καὶ βαστάσει.
著作
文本
在新窗口中打开相关段落。