阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιτιμία

Ἰωάννης ὁ Χρυσόστομος

Εκκλησιαστικά παραπτώματα κληρικών και καταδίκη της σιμωνίας

Κανόνες για επισκόπους και κληρικούς που εμπλέκονται σε βιοτικές μέριμνες ή ηθικά παραπτώματα, συμπεριλαμβανομένης της αυστηρής καταδίκης της χειροτονίας επί χρήμασι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Εἴ τις ἐπίσκοπος ἀγωνίζεται ὑπὲρ τοῦ βίου καὶ ἀμελεῖ τὸν ναὸν τοῦ Θεοῦ, ἔστω ὡς αἱρετικὸς, καθὼς καὶ ὁ Κύριος λέγει· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» Εἴ τις πρεσβύτερος πέσει εἰς πορνείαν, καθαιρείσθω ἀπρόκοπος· τῶν δὲ ἐπιτιμιῶν συμπαθείτω κατὰ τὸν λόγον τοῦ Κυρίου· «Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.» Εἴ τις διάκονος πορνεύσει, καθαιρείσθω, καὶ ἀναγνώστου τόπον ἐχέτω.

Ὁμοίως καὶ ὁ ἱερεὺς καὶ τῷ αὐτῷ ἐπιτιμίῳ συμπαθείτω. Εἴ τις διάκονος ἢ ἱερέως γυνὴ παραπέσει, καθαιρείσθωσαν αὐτοὶ, καὶ ἀπρόκοποι μενέτωσαν· ὁμοίως καὶ ἀναγνώστου· ἀπὸ δὲ τῶν ἐπιτιμίων συμπαθείσθωσαν, μεταλαμβάνοντες ἀκωλύτως, ἐὰν φυλάξωσιν ἑαυτούς.

Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης περικρατὴς γενέσθαι, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθωσαν ἀμφότεροι· στερηθήτωσαν καὶ τῆς ἐκκλησίας, ὡς ὁ Σιμὼν ὁ μάγος ὑπὸ τοῦ Πέτρου.