Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Λόγος δεύτερος
Δοξολογία και ευχαριστία
Προοίμιο της προσευχής με απόδοση ευχαριστίας προς τον Θεό για τη διαρκή προστασία και τις ευεργεσίες Του.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Δοξολογία και ευχαριστία
Προοίμιο της προσευχής με απόδοση ευχαριστίας προς τον Θεό για τη διαρκή προστασία και τις ευεργεσίες Του.
ΕΥΧΗ ΔΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Κύριε ὁ Θεός μου, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως δημιουργὸς, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἕλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰ προστάγματά σου· καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ μεγαλύνω σε, ἀνθ᾽ ὧν ἐθαυμάστωσας ἐπ᾽ ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς οἰκτιρμούς σου, ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου, καὶ ἐπὶ πᾶσι προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ᾽ ἐμὲ διὰ μόνην χρηστότητα καὶ φιλανθρωπίαν σου. Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς ὑπερεῖδες τὴν ἐμὴν ταπείνωσιν, ἀλλὰ διὰ τὸ φιλάνθρωπόν σου καὶ συμπαθὲς εὐεργετῶν καὶ προνοούμενος οὐ διέλειπες· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεός μου μὴ ἐγκαταλίπῃς με, Ἰησοῦ Χριστὲ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου, καὶ ἡ ἐπιθυμία μου, καὶ ἡ ἐλπίς μου· ὁ ἐνανθρωπήσας δι᾽ ἡμᾶς, καὶ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, καὶ πάντα ἐν σοφίᾳ οἰκονομήσας καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας.
著作
文本
在新窗口中打开相关段落。