阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Λόγος προτρεπτικὸς περὶ ἐγκρατείας

Ἰωάννης ὁ Χρυσόστομος

Η εκούσια εγκράτεια ως αληθής καρπός προαιρέσεως

Εισαγωγική παραβολή για τη φιλοπονία και σύγκριση της παιδαγωγικής νηστείας με την εκούσια διατήρηση της εγκράτειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Γʹ. Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας. Ὅσοι μαθήμασί τισι προσεδρεύοντες φιλοπονίαν ἐνδείκνυνται, τῆς τοῦ διδάσκοντος ἐπικειμένης ἀνάγκης, τοῦ διδασκαλικοῦ φόβου τὸ τῶν παίδων νενόμισται σπούδασμα· ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον.

Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων· ἀλλ᾽ ὅτε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ὥσπερ ἐκ παιδαγωγικῆς ἐσμεν φιλόπονοι· νῦν δὲ δὴ ταύτης πρὸς μικρὸν ὑπεκστάσης, οἱ περὶ τὸν ἄμετρον ἐγκρατευόμενοι κόρον, καθαρὸν ἔχουσι τῆς γνώμης τὸν ἔπαινον, ὡς χωρὶς ἀνάγκης φιλόσοφοι, ὡς κατὰ γνώμην καρτερικοὶ, ὡς εἰδότες τὰ καλὰ περισφίγγειν, ἃ τοῖς προλαβοῦσιν ἐθησαύρισαν κόποις.