阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Λόγος προτρεπτικὸς περὶ ἐγκρατείας

Ἰωάννης ὁ Χρυσόστομος

Ο κίνδυνος της τρυφής και η προτροπή προς αυτάρκεια

Υπόμνηση της πτώσεως του Ισραήλ λόγω της γαστριμαργίας, παραινέσεις προς αποφυγή της μέθης και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Τρυφή ποτε τὸν Ἰσραὴλ εἰς εἰδωλικὴν διήγειρεν ὄρχησιν· ἡ γὰρ μέθη τὸν νοῦν ᾐχμαλώτευσεν· Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τὴν τῆς χρείας τοίνυν τηρῶμεν αὐτάρκειαν· τροφῇ θεραπευέσθω τὸ σῶμα· ἀνέσεως παραμυθίαν ζητοῦντες, ἐμφορήσεως μὴ κλασθῶμεν φορτίῳ· μεμετρημένης ἐξουσιάζωμεν βρώσεως· ἐκκλίνωμεν τὴν τῆς μέθης ἀσχημοσύνην, καὶ κίνδυνον οὐχ ἕξομεν· πειθώμεθα παραινοῦντι τῷ Παύλῳ· Μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθαι ἐν Πνεύματι ἁγίῳ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.